Letter 717: Even if you do not write to me, I still feast on your letters.

LibaniusJulian, friend|c. 382 AD|Libanius
education booksfriendship

Ἰουλιανῷ. (362)

Ἀλλ’ εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς
σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθοvεν,
εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντερ ἀκόντων

ἀνέγνωμεν.

τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἢ ᾿ κείνων,
τὸ τετιμῆσθαι δὲ παρ’ ἐκείνοις μόνοις ἐρῶμεν δὲ καὶ αὐτοὶ
τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι
τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.

Related Letters