Letter 733: I was about to blame you for your silence toward me, but then I realized the same charges would condemn me too.
Ἀταρβίῳ. (362)
Ἔμελλον αἰτιάσεσθαί σου τὴν πρὸς ἐμὲ σιωπήν ἔπειτ᾿
ἐνεθυμήθην ὅτι ταῖς αὐταῖς αἰτίαις καὶ ἐμαυτὸν αἱρήσω.
κοινὸν γὰρ ἀμφοῖν οἶμαι τὸ τῆς σιγῆς· ἣν ἐποίησι δήπου
μακρὰν τὸ μὴ γράψαι μὲν εὐθύς, αἰσχυνθῆναι δὲ ὕστερον
τῷ μὴ πρὶν ἐπεσταλκέναι.
πάσχομεν δέ τι τοιοῦτον καἰ ἐπὶ
τῶν ἀρρωστούντων· εἰ μὴ ἀρχὰς εἰσέλθοιμεν αὐτούς,
ἑτέρας προστίθεμεν ἡμέρας, εἶτ᾿ ἄλλας. εἶτ᾿ ἀναστὰς ὁ κάμνων
ἔφθη πρὶν παρ’ ἡμῶν τὸ εἰκὸς γενέσθαι. καὶ νῦν δὴ κακῷ
τὸ κακόν φασι, τῷ μὴ γράφειν τὸ μὴ γεγραφέναι.
ἀλλ’ εὖ
ποιῶν Πατρώινος μῆκος ἀτοπίας ἔστησεν ἀνάγκην περιθεὶς
γραμμάτων. ὁ δὲ Πατρώινος οὗτος ὅτι μὲν καὶ γένους ἕνεκα
καὶ τῆς ἄλλης τάξεως ἐν πρώτοις ἐστὶ τῶν τῆς σῆς ἀρχῆς
ἀπολαυόντων, αὐτὸς ἂν πρὸς ἄλλους εἴποις· ἀλλ’ ἐμός γε
ἑταῖρος ἐκ παιδός, ὡς οὐχ ἕτερος, καὶ συμφοιτητὴς ἀδελφῶν
ἀμείνων, χαίρων τε, ὁπότε τι τέκοιμι γενναῖον, καὶ πρόθυμον
ὄντα ἐπαινῶν καί που καὶ ναρκῶντα ἐπεγείρων.
οἶδα δὲ
αὐτὸν καὶ σωφροσύνης ἐγκώμια πρός με διεξελθόντα καὶ περὶ
τῶν ἡδοναῖς δουλευόντων κατηγορίας ἀποτείναντα. καὶ πολλὴν
δὴ γῆν ἐπελθὼν ἐγὼ τὸν ἄνδρα τῆς μνήμης οὐδεπώποτε
ἐξέβαλον, ἔχων δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους οὔπω πάντα
ἔχειν ἡγούμην τὰ ποθούμενα Πατρώινον οὐχ ὁρῶν.
καὶ
ἐκάλουν δὴ δι’ ἐπιστολῶν, ἐξ οὗπερ ἦλθον. ὁ δὲ καὶ αὐτὸς
ἐπεθύμει μὲν ἐλθεῖν, ἐμποδισμάτων δὲ ἄλλοτε ἄλλων εἰργόν-
των τὸν μὲν ἔμπροσθεν χρόνον οὐχ ἧκε, βιαιοτέρῳ δὲ χρησά-
μενος τῷ ἔρωτι δρόμον ἔδραμε βραδέως ὀφειλόμενόν μοι πάλαι.
τοῦτο δὲ αὐτῶ θορύβους τινὰς ἐνήνοχεν ὡς ἂν ἠμεληκότι
μὲν τῶν τῆς πατρίδος κοινῶν, δόντι οἱ αὐτόν τρυφῇ προσελ-
θὼν δή μοι περίφοβος ἔλεγέ τε ὡς ὀργίζοιο, καὶ ἐδεῖτο
βοηθεῖν.
ἐγὼ δὲ ὑπεσχόμην τήν τι σὴν φύσιν εἰδὼς καἰ
τὴν πρὸς ἐμαυτὸν φιλία ἐμοί τε γὰρ ἂν χαρίζοιο κοὶ συγ-
γνώμην ἆν δοίης ῥᾷον ἢ λάβοις δίκηι. ὑφ’ οὐ δὴ καὶ περὶ
τὸν Εὐφράτην ὑπὸ τῶν ἀρχομένων ἐδέθης καὶ πρότερον
εἰς γῆρας ὄψει τοὺς υἰεῖς ἥκοντας ἢ τῆς ἀρχῆς ἀπεαλλάξῃ.
τοιούτοις φαρμάκοις ἐγοήτευσας τὰς πόλεις καὶ οὐ τοὺς οἰκή-
τοράς γε μόνον, ἀλλὰ καὶ στρατηγοὺς καὶ ταξιάρχους καἰ
στρατιώτας καὶ τοὺς ἐν ὅτῳ δήποτε σχήματι παρ’ ὑμᾶς πο
ρευομἐνους.
ἐγὼ μὲν οὖν ταῦτα ἐλπίζω καὶ ταῦτα ἐπηγγει-
λάμην, ὡς πρᾷος ἴσῃ, σὺ δέ μοι μάρτυς γενοῦ καὶ τῷ λῆξαι
τῆς ὀργῆς πρόσθες τὸ καὶ προνοίας τὸν ἔ μείζονος ἢ
πρότερον ἀξιοῦν.
Related Letters
Agroicius and Eusebius are both former students of mine.
You gave me more than I asked for.
Reports have reached me from several of your churches that require my attention as your metropolitan.
Even if your office and the demands pulling you from every direction have driven Plato from your hands, Plato still...
You know, most merciful Emperor, that I spoke to you recently about the matter of Callinicum.