Letter 737: The sons of a dear friend have come to a dear friend through a dear friend.

LibaniusEcdicius, friend|c. 384 AD|Libanius
education booksfriendship

Ἐκδικίῳ. (362)

Ἀνδρὸς φίλου παῖδες διὰ φίλου παρὰ φίλον ἥκουσιν
οἷς εὐθὺς μὲν ἥσθην διὰ τὸν πατέρα, χρόνου δὲ προἰόντος
καὶ διὰ τὰς φύσεις.

ἐπαινῶ δὲ τοῦ πρεσβυτέρου τὸ βραδέως
τε ἤκειν ἡμῖν καὶ ὅτι σε φιλεῖ μέν, μέμφεται δὲ μὴ πάι·..
ταῦτα βεβουλευμένον. ὁ γὰρ ἐν ζημίᾳ τιθέμενος τὸν προïέμε-
νον χρόνον δῆλός ἐστιν ὡς τῷ γε μέλλοντι χρήσεται.

πέ-
πρακται δέ τι κἀν τούτῳ τῷ μικρῷ χρόνῳ τάχα μεῖζον τοῦ
χρόνου. καὶ περὶ τούτου πίστευε μὲν ἐμοί, πίστευε δὲ τῷ
πρεσβύτῃ. καὶ γὰρ ἐπιμελεῖται τούτων οὐχ ἧττον ἢ τῶν ἐγ-
γόνων καὶ λόγων κριτὴς ἀγαθός, ἐπεὶ καὶ ποιητής, φίλῳ δὲ
οὐκ ἂν χαριζόμενος ἐξαπατήσαι φίλον.

Related Letters