Letter 740: Your insult did not go unnoticed, my dear Magnus -- though you certainly hoped it would.

LibaniusMagnus, on Baptizing Novatians, and Those Who Obtain Grace on a Sick-Bed|c. 384 AD|Libanius
friendship

Μάγνῳ. (362)

Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας·
ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν
ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλ’ ἔκλεισας
μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας
αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν.

σὺ δ’
οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλ’ ὅπως μήτ’ ἀνοί-

ξαις παρὼν μήτ’ ἐῶν κεκλεῖσθαι λυποίης, ἐπενόησας τρίτοι
ἐν ᾧ πλέον ἐλύπησας, τὴν φυγήν.

ἢν γάρ, οἶμαι μᾶλλον
ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς
στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. ει γὰρ τοῦτο ἦν ἀστείῳ
συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπ᾿ ἐμοῦ δὲ ἐκινεῖτο.
ἀλλ’ ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι

ἐγὼ μὲν οὖν λέλουμαι
καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δ’ εἰ χλευάζειν ἐπι-
θυμεῖς, τοὺς μὲν ἄλλους ἴα χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου
τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.

Related Letters