Letter 744: When you dine with Miccalus, do not waste the dinner hour on jokes and laughter.

LibaniusAcacius, friend|c. 384 AD|Libanius
education bookshumor

Ἀκακίῳ (362)

Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν
τοῦ δείπνου χρόνον εἰς σκώμματα κοὶ τὸν ἀπὸ τούτων γέλωτα,
ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὶν παίδευε,
μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον
εὐδοκιμεῖν.

οὗτος μὲν οὖν ἐν Θρᾴκη δείξει τὸν διδάσκαλον
καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξαν-
θίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν
εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα
Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ.

Related Letters