Letter 746: Those many splendid speeches you delivered — first in Phoenicia, then here, and now in fair Palestine (and how could...
Ἀκακίῳ. (362)
Τῶν πολλῶν ἐκείνων καὶ γενναίων λόγων, οὓς τὸ μὲν
πρῶτον ἐν Φοινίκῃ, μετὰ ταῦτα δὲ τῇδε, νῦν δὲ πράττεις ἐν
Παλαιστίνῃ τῇ καλῇ — πῶς γὰρ οὐ καλὴ τοῦ γε παρὰ σοὶ
κάλλους ἐρῶσα; — τούτων δὴ τῶν γενναίων ἐγγόνων οὐχ
ἥττω σοι δόξαν ἤνεγκαν οὓς Εὐτρόπιος ἐποίησε.
καὶ γὰρ
οὗτοι σοὶ τοῦ γε σπείραντος, ὥστ’ ἔδοξεν οὐ μᾶλλον τῇ μορφῇ
τὴν συγγένειαι μηνύειν ἡ τῷ τύπῳ τῶν λόγων, ἐν οἷς δει-
κνύει μετὰ ῥώμης δρόμον, τοῦτο δὴ τὸ ὑμέτερον.
οὕτω δὲ
ὢν ῥήτωρ ἀγαθὸς οὕτως ἐστὶ χρηστός, ὥστ’ αἰσθόμενος ὅτι
με βούλοιο τιμᾶσθαι πᾶσιν οἷς εἰς σέ, καὶ πρὸς ἐμὲ κίχρηται
καθάπερ ἐμὸς ὢν ἀδελφιδοῦς τι καὶ μαθητής
τοιγαροῦν
καὶ αὐτὸς εἰς τοὺς πάλαι συνήθεις τὸν ἄνδρα ἐνέγραψα καὶ
πρὸ πολλῶν γε τῶν πάλαι, παρῄει γὰρ δὴ πολλοὺς ἐν τῷ
φιλεῖν. ὅθεν αὐτῷ καὶ τὰ μικρὰ τῶν ἐμῶν — πάντα
δὲ οἶμαι μικρὰ τἀμά, τί γὰρ ἄν τις αὑτὸν ἀγνοοίη καὶ ταῦτα
βοῶντος ἀνδρὸς σοφοῦ δεῖν γιγνώσκειν αὑτόν; — ἀλλ᾿ αὐτῶν
γε τούτων καὶ τὰ σμικρότατα ἠγάπα καὶ οὐκ ἔστιν ὃ ἐγὼ μὲν
εἶπον, ὁ δὲ οὐκ ἀκήκοεν, οὐδ’ αὖ ἤκουσε μέν, οὐ σὺν ἐπαίνω
δέ.
οὗτος τοίνυν ὁ καλὸς κἀγαθὸς καὶ δίκαιος εἶναι βου-
λόμενος ἔστιν ὅ τι με ἠδίκησε. καὶ σκόπει γε τὴν γραφήν
ὴδίκηκέ με Εὐτρόπιος τὸν λόγον, εὖ μὶν ποιῶν Ἀκάκιος
ἔγραψεν, εὖ δὲ ποιῶν ἔπεμψε, τῷ βασιλεῖ δεδωκὼς πρὶν ἐμοί
καὶ τὴν μὲν αἰτίαν ἐπὶ τὸν πρεσβύτην οἴσει, καὶ γὰρ πρὸς
ἐμὲ τοιαῦτα ἐσοφίζετο· σὺ δὲ μὴ πίστευε, οὐδὲ γὰρ ἐγώ. καὶ
γὰρ εἰ σφόδρα ἐστὶ δεινός, ἀλλὰ πρότεροι γεγόναμεν ἐγώ τε
καὶ σύ. πάντως δὲ οἶδεν ἃ τοῖς πρεσβυτέροις δέδωκεν Ὁμη-
ρος.
λεγέτω μὲν οὖν μηδέν, ἔργῳ δὲ ἀπολογείσθω, καὶ μι-
μείσθω τὸν Ἀχιλλέα κύριος ὤν, ὥσπερ ἐκεῖνος, ἰᾶσθαι τὸ
τραῦμα.
Related Letters
To Ἀκακίῳ. (361)
That famous and great city, where you both distinguished yourself and were honored, has been shaken by many evils —...
The entire speech has been delivered.
Were we asking for something unjust, and is that why we failed?
You do seem to think me very fond of gold, since you told Olympius to bring me the gold piece for the wedding...