Letter 748: It is no surprise that a man born in Ancyra set out to pursue one of the nobler arts, for your city is rich in fine...

LibaniusBosporios|c. 385 AD|Libanius
illness

Βοσπορίῳ. (362)

Οὐδὲν θαυμαστὸν εἴ τις ἐν Ἀγκύρᾳ τεχθεὶς ὥρμησεν
ἐπὶ τέχνην τῶν σεμνοτέρων· ἀγαθῶν γὰρ φύσεων ἡ πόλις

ὑμῖν εὔφορος.

ἀπέδωκε δὴ καὶ Ἀχίλλιος οὑτοσὶ τὸ εἰκὸς
ἀντὶ τοῦ τρυφᾶν οἴκοι γενέσθαι βουληθεὶς ἰατρός. καλὸν δὲ
αὐτοῦ τὸ μηδεμίαν τῶν πόλεων — πολλαὶ δὲ αὗται καὶ ὅσαι
μεταξὺ τῆς τε Ἀλεξάνδρου καὶ τῆς ἡμετέρας — τούτων τοι
νυν οὐκ ἔστι μὲν ἥτις οὐκ ἠβουλήθη τὸν ἄνδρα κτήσασθαι
καὶ τῆς τέχνης ἀπολαύειν, οὐκ ἔστι δὲ ἥτις ἠδυνήθη πειρω-
μένη πεῖσαι.

χρηστοὺς μὲν γὰρ ἐκείνους ἡγεῖτο καὶ ἔχαιρεν
ἐπαινούμενος, πάντα δὲ ὑμῶν δεύτερα· καίτοι φόβους μὲν
ᾔδει παρὰ τῆς Τύχης ἐγηγερμένους οἴκοι — τοῦ πατρὸς γὰρ
αὐτῷ τεθνεῶτος ἐπ’ αὐτὸν οἱ θόρυβοι χωροῦσιν — ἀλλ’
ὅμως τῆς παρ’ ἄλλοις εὐδαιμονίας τὰς παρ’ ὑμῖν φροντίδας
ἡδίους ἔθετο.

εἴη ἂν οὖν τῆς σῆς φιλοτιμίας τε καὶ ἀν-
δρίας καὶ ἡμερότητος πρᾶξαι ταῦτα δι’ ὧν ὅτι καλῶς ἐποίει
πρὸς ὑμᾶς ἐπειγόμενος εἴσεται. καταφεύξεται μὲν γὰρ εὐθὺς
ἐπὶ σέ, τοῦτο γὰρ αὐτός τε ᾖδε καὶ ἐγὼ παρῄνουν, σὺ δ’ εὐθὺς
ἐνδείκνυσο τοῖς δυναμένοις λυπεῖν, ὅτι οὐκ ἐπιτρέψεις.

οἱδ’

οὐχ οὕτως ἔσονται θρασεῖς ὥστ’ ἄκοντος Ἡρακλέους ἐπιχειρεῖν
ἐλαύνειν Ἀχίλλιον. δῆλον γὰρ ὡς ἐπ’ αὐτοὺς ἥξει τὰ βέλη.
αἱρήσονται οὖν μήτ’ ἀδικεῖν μήτε βάλλεσθαι.

εἰ δὲ οὕτω
ταῦθ’ ἕξει, ὁ μὲν καθ’ ἡσυχίαν χρήσεται τῇ τέχνῃ, σοὶ δὲ
ἔσται παρὰ μὲν ἡμῶν ἔπαινος, παρὰ δὲ Ἀσκληπιοῦ τὸ μηδὲν
ἰατροῦ δεῖσθαι, τοῖς δὲ νέοις ἔρως τοῦ μανθάνειν τι σπου-
δαῖον ὁρῶσι τοὺς μεμαθηκότας ἐκ δεινῶν σωζομένους. εἶναι
δέ σε τοιούτων αἴτιον ἐν τῇ πόλει μεῖζον τῶν εἰς τὴν πόλιν
ἀναλωμάτων.

ταύτην ἐγὼ δέδωκα τὴν ἐπιστολὴν πολλὰς
ἐκ Παλαιστίνης Ἀχιλλίου πρὸς τὸν ἄρχοντα κομίζοντος. ἐννόει
δή, τίνι γνώμῃ προσέθηκα ταῖς πολλαῖς τὴν μίαν· ὀρθῶς μὲν
γὰρ ἡγοῦμαι βεβουλεῦσθαι, σιγᾶν δὲ τὴν αἰτίαν κρεῖττον ἢ
γράφειν·

Related Letters