Letter 749: Be such a man for me in the matter of what you are collecting from Basilicus: divide his payment so that he may put...

LibaniusBakchios|c. 385 AD|Libanius
property economics

Βακχίῳ. (362)

Ἐπιμελοῦ τῶν ἱερῶν, ὦ καλὲ Βάκχιε, καὶ πλήθει θυσιῶν
καὶ τελετῶν ἀκριβείᾳ καὶ τῷ τὰ κείμενα ἀνιστάναι. δεῖ γάρ
σε καὶ περὶ τοὺς θεοὺς εὐσεβεῖν καὶ τῷ βασιλεῖ χαρίζεσθαι καἰ

τὴν πατρίδα καλλίω ποιεῖν. δίδου μέντοι καἰ χάριτας ἐν τῷ φυ-
λάττειν τὴν σπουδήν. θεάς τε γὰρ οὔσας οὕτω τιμήσεις τὰς
Χάριτας καὶ ἅμα ἔξεστι μήτ’ ἐκείνων ἀμελεῖν καὶ πρᾷον εἶναι.

γενοῦ δή μοι τοιοῦτος ἐν οἶς εἰσπράττεις Βασιλικὸν με
ρίσας αὐτῷ τὴν καταβολήν, ὥστε τὸ μὲν θεῖναι, τὸ δὲ εὐτρε-
πίσαι. τῶν γὰρ Αἰμιλιανοῦ τρόπων ἐπελάβετο μὲν οὐδείς
ἐγὼ δὲ καὶ ἐπαινέτης. οὐ γὰρ ἦν τῶν ὑβριζόντων καὶ ταῦτα
ἐνόν, εἴπερ ἐβούλετο.

δῶμεν δὴ μισθοὺς αὐτῷ τῆς καλο-
κἀγαθίας ἀφελόντες τῆς εἰσπράξεως οὐ τὸ ἐπείγειν, ἀλλὰ
τὸ λίαν.

Related Letters