Letter 751: Mine was a desire not entirely unreasonable; yours was the wiser counsel.

LibaniusIerios|c. 385 AD|Libanius
friendship

Ἱερίῳ. (362)

Τὸ μὲν ἡμέτερον ἦν ἐπιθυμία τις οὐ παντάπασιν ἔξω
λόγου, τὸ δὲ σὸν συμβουλὴ σωφρονεστέρα. οἶς δ’ ὁ γέρων
μετέῃσι, φησὶ τὸ ἔπος, ὅπως μηδὲν ἁμαρτήσονται σκέψεται

καὶ χαλεπανεῖς μὲν ἴσως, εἰ γέροντα ἐγώ σε καλῶ καθάπερ
αὐτὸς ὢν ἐν ὑπήνη πρώτῃ ἐγὼ δὲ εἶναι μὲν γέρων ὁμολογῶ,
καὶ γάρ, ἢν ἀρνῶμαι, παρὰ τῆς κεφαλῆς ὁ ἔλεγχος· εἶναι μέν-
τοι παρὰ σοὶ γῆρας πλέον φαίην ἂν ἀναμιμνησκόμενος τῆς τε
ἐμαυτοῦ καὶ σῆς ἐν διδασκαλείοις ἡλικίας. οὐδὲν οὖν θαυμα-
στὸν εἰ μετὰ τοῦ σαυτοῦ παιδὸς καὶ τὸν σοῦ νεώτερον παι-
δεύεις ἐμέ.

ὡς οὖν καὶ ταύτην δεξαμένου τὴν παραίνε-
σιν καὶ τἄλλα πεισομένου λέγε καὶ συμβούλευε ταῦθ’ ἅπερ
ἂν ἄριστα νομίσῃς

Related Letters