Letter 755: To the same. (362 AD)
Τῷ αὐτῷ. (362)
Ὠρίων γίγνεταί μοι φίλος ἐπὶ τῶν προτέρων χρόνων τῆς
τε μητρὸς ἡμᾶς συναγούσης καὶ ἅμα χρηστὸς δοκῶν καὶ τοὺς
τῇ δυνάμει κακῶς χρωμένους οὐ μᾶλλον μιμούμενος ἢ μεμ-
φόμενος.
ἤκουον δὲ καὶ τῶν τὴν Βόστραν οἰκούντων ὡς
οὔτε πολεμοῖ τοῖς ἱεροῖς ὄνθ’’ ἱερεῖς ἐλαύνοι πολλοῖς τε λύσειε
συμφορὰς πρᾳότατα καταστησάμενος τὴν ἀρχήν.
τοῦτον
ν9ν εΙδον κατηφῆ καὶ συνεοταλμἐνον. καὶ δάκρυα πρὸ τῶν
λόγωνἀφεὶς ἐγὼ μόλις τὰς τῶν παθόντων
ἐμοῦόιαπέφευγαχεῖραςλυπήσαςμὲνοὐδέναοὐδέν,
ἡνίκα ἐξῆν, μικρο9 δὲ διασπασθείς. καὶ προσετίθει
φυγὴν ἀδελφοῦ καὶ γένους ὅλου πλάνην καὶ γῆν ἄσπορον mxI
σκευῶν ἁρπαγήν.
ὧν οὐδὲν οἶδα τὸν βασιλέα βουλόμενον,
ἀλλ’ εἰ μέν τις ἔχει τῶνἱερῶνχρημάτων, εἰσπρατ-
τέσθωφησίν·εἰδὲμή,μήτεἀτιμαζέσθωμήτεκακού-
σθω.
ἀλλ’, οΙμαι, τῶν οὐδὲν ἐχόντων ἐγκαλεῖν τὸ τῆς
χώρας ἐκβαλεῖν ἐστιν, ἐπεὶ οΙς γε ὑπῆρχεν ἐλέγχειν, μᾶλλον
ἂν ἐκάλουν φεύγοντας ἢ ὅπως μεταστήσονται ἔπραττον
ἀλλ’ ἐκεῖνοι μὲν οὐκ εἰσιν ἄδηλοι τῶν ἀλλοτρίων ἐπιθυ-
μοῦντες ἐν τῷ τοῖς θεοῖς προσποιεῖσθαι βοηθεῖν· τὸν δ’ αὖ
ἄρχοντα καλόν, ἄλλως τε καὶ σέ, τοὺς μὲν κατάγειν κηρύγματι.
τοῖς δὲ προειπεῖν μὴ Μυσῶν λείαν οὓς ἐθέλουσι ποιεῖσθαι,
ἀλλ’ ἀποδοῦναι μὲν ἃ παρὰ τοὺς νόμους ἔχουσι, χρήσασθαι
δὲ τοῦ λοιποῦ τοῖς νόμοις
ἂν ταῦτα, ὦ ἄριστε, τοῖς μὲν
ὑπόσχῃ, τοὺς δὲ ἀναγκάσῃς, τοῖς μὲν ἀποδώσεις τὴν αὑτῶν,
τοὺς δὲ ποιήσεις βελτίους. Εὐκλαδίου δὲ κατελθόντος ἐπάν
εισι μὲν Ὠρίων, ἐπάνεισι δὲ τὸ διεσπαρμένον, δόξω δὲ ἐγὼ
μὲν ἀτυχοῦντος οὐκ ἠμεληκίναι φίλου, σὺ δὲ φίλῳ παραι-
νοῦντι πεπεῖσθαι.
Related Letters
To the same person. (358/59)
To the same. (~362)
To the same. (362)
To the same. (362/63)
To the same. (362/63)