Letter 756: I have never seen Phrygia, but I honor it greatly — not so much for having raised the excellent Aesop as because the...

LibaniusKaisarios|c. 386 AD|Libanius
friendship

Καισαρίῳ. (362)

Ἐγὼ Φρυγίαν μὲν οὐκ εἶδον, τιμῶ δὲ λίαν, οὐ μᾶλλον
διὰ τὸ βεβοσκηκέναι τὸν βέλτιστον Αἴσωπον ἢ ὅτι τοῖς γεν-

ναίοις ἄρχουσιν ἀθανάτους τηροῦσι τὰς χάριτας. πολλούς γε
μετὰ τὸν χρηστὸν Ἰουλιανὸν ἡγεμόνας ἀριθμοῦντες τοῦτον
εὐεργέτην καλοῦσι.

καὶ τοῦ χρόνου τὸ μῆκος οὐκ ἤμβλυνε
τὸ φίλτρον, ἀλλ’ οἴκοι τε αὐτὸν ᾄδουσι κοινῇ καὶ τοῖς δεῦρο
ἰοῦσιν ὥσπερ τις θεὸς ὁρᾶται Φρύξ τε ἅπας ὡς ἡμᾶς ἥκων
ἡδέως ἂν ἀγείρας εἰς τὸ θέατρον τὴν πόλιν τὰ τοῦδε πρὸς
αὐτοὺς διέλθοι. διὸ καὶ τοῦτον πρόθυμον ἔτι καὶ νῦν εἰς αὑ-
τοὺς ἔχουσι βοηθοῦντά σφισιν ὅσα ἔξεστιν ἀπὸ τοῦ παρόντος
σχήματος.

ἡ τοίνυν παροῦσα βοήθεια γράμματά ἐστι πολλὰ
δεόμενα σοῦ Θευδιανὸν τοῦτον ἐπιεικῆ τε νομίζειν καὶ ἄξιον
εὖ πράττειν. τούτων δὲ τῶν γραμμάτων τὰ μὲν αὐτοῦ τοῦ
φίλου Φρύγων τε καὶ σοῦ, τὰ δ’ ἡμῶν αὐτοῦ κελεύοντος, οὐχ
ὡς οὐ πείσοντος ἄνευ ἡμῶν, ἀλλ᾿ ἐρωτικόν τι πέπονθε πάν-
τας συμπνεῖν ἐθέλων ὑπὲρ τῶν αὑτοῦ παιδικῶν.

ταυτὶ δέ
σοι τὸ κέρδος, εἰ μηδὲν πλέον ὧν τότ’ ἂν ἔδωκας νῦν διδοὺς
πολιοῖς ἀνθ’ ἑνὸς καταθήσῃ τὴν χάριν.

Related Letters