Letter 759: This Achillius was my fellow student, and his son is being raised under my care — a boy of a lively nature who knows...

LibaniusMaximos|c. 386 AD|Libanius
education booksproperty economics

Μαξίμῳ. (362)

Ἀχίλλιος οὑτοσὶ καὶ συνεφοίτησέ μοι καὶ παῖς αὐτῷ τρέ-
φεται παρ’ ἐμοὶ φύσεως τε ἐγρηγορυίας καὶ πονεῖν εἰδώς.
τὸν δὲ Ἀχιλλίου τρόπον ἀρκεῖ δηλῶσαι τὰ περὶ τὴν οὐσίαν,
ἣν οὐ μεγάλην ἐκ μικρᾶς ἐποίησε κακῶς, ἀλλ’ ἐκ πάνυ μεγά-

λῆς μικρὰν τοῖς περὶ τὴν πόλιν ἀναλώμασι.

καὶ νῦν ἥκει
λειτουργήσων, δεῦρο δὲ ἀφῖκτο τὸν υἱὸν ὀψόμενος. δύο γὰρ
δὴ ταύτας ἔχει φροντίδας, τὸν παῖδα καὶ τὴν πόλιν. ἔστι
οἶμαι, καὶ τὸ τοῦ παιδὸς τῆς περὶ τὴν πόλιν προνοίας· ὡς
ὅσοι τῆς τῶν υἱέων ἐπιμελοῦνται διανοίας, πολὺ μεῖζον εὖ
ποιοῦσι τὰς αὑτῶν ἢ ὅταν χορηγῶσι λαμπρῶς.

σὺ τοίνυν
κἀκεῖνο τιμῶν καὶ τοῦτο ἐπαινῶν καὶ τοὐμὸν ἐννοῶν ποίει,
ὅπως κούφῳ χρήσεται τῷ φορτίῳ.

Related Letters