Letter 761: Quite a few young men have come from you to us, yet not a single letter from you.
Ἀετίῳ. (362)
Νέοι μὲν οὐκ ὀλίγοι παρ’ ὑμῶν ὡς ἡμᾶς, γράμμα δὲ
οὐδὲν παρὰ σοῦ. πότερον δή σε χάρτου φείδεσθαι φῶμεν ἢ
μέλανος; οὐ γὰρ δὴ λόγων γε τῶν πρὸς ἐπιστολὴν ἀπορεῖς,
ὅς γε ῥεῖς ἐν δικαστηρίοις ὑπὲρ τὰς κρήνας.
ἴσως ὅτι τὸν
πλοῦτον, ὃν ἔκρυπτες, ἐκδιδοὺς τὸ θυγάτριον ἔδειξας σεμνὸς
ἡμῖν γέγονας. ἐγὼ δέ σε ἠξίουν νῦν μέτριον εἶναι, τότε μὶν
γὰρ αὐτὸς πλούσιος ἦσθα, νῦν γε κηδεστὴς πλουσίου. τοῦτο
δέ ἐστιν ἕτερον ἔχειν τὰ σά.
μᾶλλον οὖν σε νῦν εἰκὸς
καὶ μεμνῆσθαι τῶν φίλων καὶ τὰ τοῦ μεμνημένου ποιεῖν,
ὅπως καὶ συμμάχους ἰπὶ τὸν κηδεστὴν ἔχῃς, ἢν ποιῇ τὰ τῶν
πολλῶν κηδεστῶν, οἱ τὰ μὶν ἔχοντες, εἰς δὲ τὰ βλέποντες
μάχονται.
Related Letters
To the Emperor Gratian — Ambrose, Bishop.
You gave me more than I asked for.
You are still silent, but my loquacity is not restrained by your example.
Outstanding merits require no supporting witness, since virtue, conspicuous in its own light, rejects the aid of...
Generously, as is your way, you sent an attendant to assist our return journey.