Letter 764: You should have had a better judgment when a friend was approaching, and you would now be among those enjoying the...

LibaniusAlexandros|c. 386 AD|Libanius
women

Ἀλεξάνδρῳ. (362)

Ἔδει μέν σε καλλίω γνώμην ἐσχηκέναι προσιόντος φίλου
καὶ νῦν ἂν ἦσθα τῶν ἀπολαυόντων τοῦ καιροῦ· ἐπεὶ δέ σε
φόβος μάταιος ἐξέκρουσε λογισμοῦ, χάριν εἰδέναι δεῖ τοῖς
θεοῖς, ὅτι τὴν δίκην ἐν τῷ προσλαβεῖν τι δεδώκαμεν.

ἀλλὰ
σοί γε ἡμεῖς οὐκ ἂν χάριν <εἰδείημεν> ᾧ γυναικὸς καὶ παίδων
ἐφάνη τι τιμιώτερον. τερπόμενος γὰρ οἰκοδομίᾳ καὶ θα-
λάττῃ καὶ τρυφώσῃ πόλει βελτιόνων ἀποστατεῖς, ὡς ἀρκέσον
εἰς ἀπολογίαν, εἰ πέμποις ἡμῖν χρυσίον. ἡμεῖς δὲ σοὶ δοίημεν
ἂν ἥδιον ἰδόντες ἢ παρ’ ἀπόντος λαμβάνοιμεν.

Related Letters