Letter 767: If you had written to Olympius what you wrote to me about my letters, and if he had known your passion for them, you...

LibaniusSeueros|c. 387 AD|Libanius
friendshiptravel mobility

Σευήρῳ. (362)

Εἰ καὶ πρὸς Ὀλύμπιον ἃ πρὸς ἐμὲ περὶ τῶν ἐμῶν ἔγρα-
φες ἐπιστολῶν ἐπιστολῶν καὶ σοῦ τὸν ἔρωτα τοῦτον ἐκεῖνος
πλείους ἂν εἶχες ὧν ἔπεμπες. οὔτε γὰρ ἐγώ τις περὶ ταῦτα
βραδὺς οὗτός τε κληρονόμος τῆς Μαξίμου πρὸς ἐμὲ φιλίας,
ἕνα μὴ μανίας εἴπω, ἣν οὔτε πρότερον ἠγνόουν νῦν τε μᾶλλον
ἔμαθον πολλοὺς ἡμῖν τοῦ καιροῦ κεκομκότος ἀγγέλους.

ἀλλ᾿,
οἶμαι, δοῦναι μὲν οἶδεν Ὀλύμπιος, ἀπαιτεῖν δὲ οὐ βούλεται
γράμματα. καὶ τῆς σῆς νεὼς καταιρούσης μὲν αἰσθάνομαι,
ἀποπλεούσης δὲ οὐκέτι. καὶ νῦν ταύτην ἔδωκα τὴν ἐπιστολὴν
τῶν μὲν σῶν ἀνηγμένων, κεισομένην δὲ παρ’ Ὀλυμπίῳ βου-

λόμενος λελύσθαι τὴν αἰτίαν ὡς οὐ γράφων εἶχον.

σοῦ
δὲ νῦν, εἴπερ ποτέ, ἐβουλόμην λαβέσθαι, σῦν ᾧ τὰ τότε μὶν
ἔπτησσον, τὰ νῦν δὲ ἐπόθουν, ὅπως τὸν τοῦ τρόμου κοινω-
νοῦντα καὶ τῆς ἐλευθερίας ἴδω.

Related Letters