Letter 769: I commend your decision to stay at home for now.
Ὑπερεχίῳ. (362)
Ἐπῄνεσά σου τὴν γνώμην, καθ’ ἣν νῦν οἴκοι μεμένη-
κας· καιροῦ γὰρ οὐ μετεῖχεν ἡ ὁδός, μεθ’ οὗ πάντα δεῖν καὶ
λέγειν καὶ πράττειν παλαιὸς συμβουλεύει λόγος.
σοὶ τοίνυν
συνεβούλευεν ὁ λιμός, ᾧ παλαίειν πορευόμενον ἔδει, κρατῆσαι
τῆς ἐπιθυμίας μᾶλλον ἢ ὅπως ἴδοις ἐμὲ τοσαύτῃ συμπλέκεσθαι
ταλαιπωρίᾳ· ἐγὼ δέ, εἰμὲν τοὐμὸν ἐσκόπουν, ἐπετίμων ἄν σοι μὴ
καὶ διὰ πυρὸς ἑλομένῳ δραμεῖν· νῦν δέ, τὰ σὰ γὰρ οὐχ ὕστερα
τῶν ἐμαυτοῦ ποιοῦμαι, καλὴν ἡγοῦμαι τὴν μονὴν καὶ χάριν
ἐμοὶ φέρειν οὐχ ἥττω τῆς σῆς θέας, ὅτι σε κακῶν ἐξείλετο
μυρίων.
τοῦ δὲ ἦρος ὑπολάμποντος ἢν ἴδῃς τὴν γῆν δι-
ηλλαγμένην πρὸς ἡμᾶς καὶ τὴν πρὸ τοῦ θέρους ὥραν χρη-
στόν τι περὶ τοῦ θέρους δηλοῦσαν, εἰς ἔργον ἄγε τὴν ἐπιθυ-
μίαν. ὄψει γὰρ ποθῶν ποθοῦντα.
ποθεινὸς δέ μοι γέγο-
νας ἀπὸ τῆς νίκης ἣν ἐνίκησας λέγων, διπλῇ τὸν πατέρα
κοσμήσας, τῷ τε κρείττων γενέσθαι τῶν ἑλεῖν πειρωμένων τῷ
τε μὴ διὰ φίλων, ἀλλὰ τῇ σαυτοῦ γλώττῃ.
τοῦ τροπαίου
δὲ ἄγγελοι πολλοὶ μέν, ἐμοὶ δὲ ἀμείνους οἱ σὺν ἡδονῇ μηνύ-
ονιες, Σουλπίκιός τε καὶ οὓς ἔπεμψας ἀδελφούς, οἷς τ’ εὐδο-
κίμησας οἷς τε παρῄνεις, οἱ μισθὸν ὧν ἀπήγγειλαν εἰλήφασι
τὸ προθυμοτέρῳ μοι χρῆσθαι περὶ τοὺς λόγους. οὕτως οὐ σὲ
μόνον εὖ ποιεῖν οἶμαι δεῖν, ἀλλὰ καὶ οἷς ἐνορῶ πρὸς σέ τι
φίλτρον.
ἀλλ’ ὅ γε ἔχω θαυμάσας, τί μαθών, ὦ χρηστέ,
γράμματα οὐκ ἔδωκας νεανίσκοις οὕτω φίλοι,; οὔτι γὰρ ὡς
ἀμαθῶς ἔχεις τῆς περὶ ταῦτα τέχνης εἴποις ἂν οὔθ᾿ ὡς
ἡμῖν οὐχ ἡδεῖαν ἔσεσθαι τὴν ἐπιστολὴν οὔθ’ ὡς οὐκ ᾔτησαι
οὔθ᾿ ὡς οὐκ ἦν καλὸν καὶ πρὶν αἰτηθῆναι δοῦναι.
βούλει
σοι βοηθήσω καὶ τὸν κατήγορον τὴν κατηγορίαν λίσαι; δει-
νὸν ἐνόμιζες, εἰ δίκαιος ὢν συνεῖναι τὸν δεύτερον δόξεις
ᾑρῆσθαι πλοῦν. εἶτα τοῦτον ἀφῆκας ὡς ἀποδώσων τὸ βέλτιον.
Related Letters
I count you among those now celebrating that the noble Modestus is recognized for who he truly is.
Right from the starting line you showed yourself worthy of our hopes.
Many people mock you as a grudge-bearer — and rightly so, since you use anger as a weapon of revenge.
People say rightly that the human spirit shines on a bright day and turns sallow under heavy clouds.
The date of the following letter can be determined within very narrow limits.