Letter 771: Everything about you is fine, beginning with your very appearance — or rather, beginning from your very soul.

LibaniusMaximos|c. 387 AD|Libanius
friendshiptravel mobility

Μαξίμῳ. (362)

Πάντα σου καλὰ ἀπὸ τῆς μορφῆς αὐτῆς, μᾶλλον δὲ ἀπ
αὐτῆς ἀρξάμενα τῆς ψυχῆς. νῦν γοῦν ἀκούοντας ἡμᾶς περὶ
κάλλους κάλλος γραμμάτων καταλαμβάνει πολὺ λαμπρότερον
τοῦ πολλάκις ἐλθόντος ἀπὸ τῆς Ἀρμενίας.

ὁ μὲν οὖν κο-
μίζων ἦν, ὃν διεδέξω, γενναῖος γενναίῳ παραδοὺς τὰς πό-
λεις. ἔδωκε δὲ ἐν τοῖς βασιλείοις ποιητοῦ τινος συνάγοντος
τοὺς βοησομένους. ἐγὼ δὲ ἀναγνοὺς καὶ θαυμάσας φθάσας
τὸν ποιητὴν ἐχρησάμην εἰς τὰ γράμματα τῷ συλλόγῳ καὶ ἦν
οὐδεὶς ὃς ἤνη ἀκοῦσαι σιγῇ.

ὥσπερ οὖν ἐπιστολαῖς
δευτέραις προτέρας νενίκηκας, ταῖς πόρρωθεν τὰς ἐγγύθεν,
οὕτως ἀρχὴν ἀρχὴ νικησάτω, καὶ ποίησον Ἀρμενίων Γαλάτας
εὐδαιμονεστέρους, αὐτῶν δέ μοι Γαλατῶν εὐδαιμονεστάτην
ποίει τὴν· οἰκίαν Μαξίμου γυναικός τε τιμῶν ἀρετὴν καὶ
δρὸς ἐπιείκειαν παῖδά τε τὸν αὐτῶν πρὸ αὐτῶν πάντων ὄντα
ἐμοὶ φίλτατον.

καὶ διῆλθον ἂν τὰς αἰτίας, εἰ μὴ παρόντα
διδάξας ἦν· νῦν δ’ Ἀκακίῳ μὲν ἴδει πέμπειν ἐν γράμμασι
διδαχὴν καὶ μηκύνειν, ἠγνόει γάρ· σὺ δ’ ἀκηκοὼς ἐξῆλθες,
καὶ λέγειν ὀχληρὸν εἰδότι.

πρὸς μὲν οὖν ἐκεῖνον οὐκ οὖσά
μοι πρότερον ἐγένετο φιλία διὰ τὴν εἰς τοῦτον προθυμίαν,
καὶ νῦν οὐκ ἔστιν ὅ τι προστάξας Ἀκάκιος οὐ πλείω με ποι-
οῦντα εὑρήσει, μεγάλα γὰρ ὀφείλειν ἡγοῦμαι· σὺ δ’, ὦ δαιμό-

νιε, τῆς οὔσης ἡμὶν ἄξια πρᾶττε φιλίας καὶ μέγαν καὶ λομ-
πρὸν καὶ ἀπόβλεπτον τὸν Ὑπερέχιον δείκνυ νομίζων ἐμὲ πρὸς
ὕψος αἴρειν, ἢν ἐκεῖνον αὐξήσῃς.

Related Letters