Letter 772: The Phoenicians enjoy the blessings, while I dream of Phoenician blessings: councilors honored, populace cheerful,...
Γαϊανῷ. (362)
Φοίνικες μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, ἐγὼ δὲ ὀνειρο-
πολῶ τὰ Φοινίκων ἀγαθά, βουλευτὰς τιμωμένους, δήμους εὐ-
θυμουμένους, ἐμπόρους οὐκ ἀδικουμένους, γεωργοὺς οὐ
καταφρονουμένους, ῥήτορας ῥέοντας ὡς οὔπω πρότερον κοὶ
τῷ Δημοσθένει συγγινομένους εἰδότας ὅτι παρ’ ἀνδρὶ γέ-
μοντι τοῦ Δημοσθένους αἱ δίκαι.
ταῦτα ὁρᾶ καἰ τὰ
τοιαῦτα δοκῶν ὁρῶμαι φαιδρότερος καὶ πρὸς τοὺς ἐρωτῶν
τὰς, ὅτῳ γέγηθα, Φοίνικες εὖ πράττουσιν ἀποκρί-
νομαι. καὶ τί τοῦτο πρὸς τὸν οὐ Θοίνικα; φασί. μάλι-
στά γε φημί. τοῦ μὲν γὰρ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ
χεῖρον εὶς ἡδο νήν. ἔστι δὲ τρόπον τινὰ ἐκείνοις, ἃ
νῦν ἔχουδι, καὶ παρ᾿ ἐμοῦ· τὰ γὰρ τοῦ ἄρχοντος καὶ
ἐμά.
ταῦθ’ ὅταν εἴπω, πολλοὺς ἀνίστημί σοι πολλαχόθεν
τοὺς κατηγόρους, οἳ οὐκ ἄλλους ἀνθ’ ἑαυτῶν εὐδαιμονεῖν
ἤθελον. εἶτα ἀπολογεῖσθαι μὲν ἐπιχειρῶ, κραυγὴ δὲ καὶ θό-
ρυβος ἀντικρούει καὶ κινδυνεύω πληγὰς λαμβάνων ἀπιέναι.
καὶ ταύτην τὴν λύπην ἔτεκεν εὐφροσύνη. σωθέντες γὰρ
ὑπὸ σοῦ παρεδρεύοντος οἱ περὶ τὸν Ὀρόντην ἐνθυμούμενοι,
τίς ἂν ἦσθα τὸ ἅρμα αὐτὸς ἐλαύνων, ὅσην τότε ἥδοντο ἡδο-
νήν, τοσαύτῃ νῦν ἀθυμίᾳ συζῶσι. 5 τοιαῦτά σοι πράγματα
πεφύτευται παρ’ ἡμῖν, ὦ μέλιτος γλυκίων τὴν αὐδήν, προσ-
θείην δ’ ἂν καὶ τρόπον, ἃ οὐδὲν ἐκκόψει τῶν πάντων, ἴως
ἂν ὕδωρ ᾖ καὶ δένδρα.
Related Letters
I have assisted, as far as I could, the affairs of all who shared in my teaching.
For I too am your possession — so it is no wonder that you are mine as well.
The fact that you have the power to sway anything with the force of your words, and yet in the courtroom you never...
Word has reached us that you have attained the highest level in eloquence, and that your character is no worse than...
Let Heraclides, too, receive your support — a man of Memphis, devoted to Asclepius, gentle in character, having...