Letter 776: This Tyrannus is both a good man and a skilled physician, a friend of ours, and one who has lived no small time in...

LibaniusAtarbios|c. 388 AD|Libanius
grief deathimperial politics

Ἀταρβίῳ. (362)

Τύραννος οὑτοσὶ καὶ ἀνὴρ χρηστὸς καὶ ἰατρὸς ἀγαθὸς
καὶ ἡμῖν φίλος καὶ τῶν διὰ τὴν τέχνην ἐν βασιλείοις οὐκ ὀλί-
γον δὴ χρόνον βεβιωκότων. ἠδίκησε δὲ ἄλλον μὲν οὐδένα
οὐδεπώποτε ἀνθρώπων, αὑτὸν δὲ νῦν πιστεύσας ἀνθρώπῳ
δεινῷ γοητεῦσαι λόγοις καὶ πεῖσαι τὸν ἀκούοντα δοῦναι χάριν
ἐκείνῳ μὲν συμφέρουσαν, αὑτῷ δὲ βλαβεράν.

νῦν οὖν ἥκει

διορθωσόμενος ἃ μὴ καλῶς πέπρακται κοὶ λύσων τὸ ἡμαρτη-
μένον. λύσει δὲ οὐκ ἄνευ τῆς Ἀθηνᾶς ἡ δὲ Ἀθηνᾶ συλλή-
ψεται καὶ τοῦ δικαίου καὶ ἐμὴν χάριν

ἐνθυμοῦ δέ, ὦ
ἄριστε, τὴν περιεστηκυῖαν ἀνάγκην εἴς τε τὸ σῶμα τοῦ Τύραν
νοῦ καὶ τὸν χειμῶνα βλέπων. οὐ γὰρ ἂν νῦν τε καὶ οὕτως
ἔχων ἔφερε τὸ μεῖζον φεύγων κακόν.

ὅπως οὖν αὐτὸν ἡμὶν
ἀποπέμψῃς χαίροντα τὴν λύπην ἀποθίμενον περὶ τὸν Εὐφρά-
τὴν, ἣν τῆς ἀφελείας ἱκανὴν ἔτισε δίκην· ὡς, εἰ περιοφθείη,
τὴν μὲν λύπην ἀποθήσεται, τρόπον δὲ οὔθ’ ἡμῖν οὔτε σοὶ
πρέποντα. κείσεται γὰρ αἰτοῦ που κουφοτέραν τοῦ ζῶντα
περιέλκεσθαι τὴν τελευτὴν ἡγησάμενος.

Related Letters