Letter 780: To the same. (362)

LibaniusTo the same person (2)|c. 388 AD|Libanius
friendship

Τῷ αὐτῷ. (362)

Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ
χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν
χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον

μὲν οὐκ εἶδον· εἰ δ’ ἔοικε τούτῳ καὶ ἡ τῶν τρόπων ὁμοιότης
εἴργασται τὴν φιλίαν, χρηστὸς ἂν εἴη.

εἰ οὖν μὴ φαῦλος
ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.

Related Letters