Letter 782: Add the excellent Pompeianus to the roster of our friends.

LibaniusMaximos|c. 388 AD|Libanius
friendship

Μαξίμῳ. (362/63)

Ἔγγραφε τῷ καταλόγῳ τῶν ἡμετέρων φίλων καὶ τὸν
χρηστὸν Πομπηιανὸν ὄντα μὲν ἐμοὶ πάλαι συνήθη, νῦν δ
ἔχοντα καὶ νεανίσκους παρ’ ἐμοὶ τά τε ἄλλα καὶ φιλοπάτορας.

αὐτῶν νῦν ἔργον γέγονε καὶ ταυτὶ τὰ γράμματα κινούντων
τε καὶ παρακαλούντων δεδιότων μὴ ταύτῃ γε αὐτοῖς ὁ πατὴρ
ἔλαττον ἑτέρων ἔχῃ. 3, ἀμφοτέρους οὔ· ἐπαινέσας, κοὶ τοὺς
ἐπεγείραντας καὶ τὸν ὑπακούσαντα, μᾶλλον ἢ πρότερον ἐν
τιμῇ τὸν ἄνδρα ποιοῦ.

Related Letters