Letter 785: I did not receive Spectatus as someone who had wronged me — for I would write nothing about you that I would wish to...

LibaniusThemistios|c. 389 AD|Libanius
education books

Θεμιστίῳ. (362/63)

Οὔτε Σπεκτάτον ὡς ἠδικηκότα με εἶδον, οὐδὲν γὰρ ἂν
περὶ σοῦ γράψαιμι τοιοῦτον, ὃ κεκρύφθαι βουλοίμην ἄν, εἰ
τέ τι καὶ ἥμαρτον, οὐ τοσαύτην γε ὤφειλον δίκην, ὁπόσην
ἔλαβες γράφων. διδάσκεις γάρ με περὶ τῶν σαυτοῦ τρόπων
ὡς οὐ δυνηθέντα μαθεῖν ἐν οὕτω πολλῷ χρόνῳ, δώδεκα ἔτε-
σιν οἷμαι.

καίτοι τοῦτό γε μὴ ὅτι τῶν παρὰ σοί τις τρα-
φέντων οἰκετῶν, ἀλλ’ οὐδ’ ἂν Ἴστρος ἐκεὶνος ὁ παρὰ τῶν
βαρβάρων ἔπαθεν, ἀλλ’ ἐσπούδασας, ὡς ἔοικε, τὸν εἰ μηδὲν

ἄλλο μετὰ σοῦ πολλὰ δὴ λελουμένον Μελιrίδου δεῖξαι φαυ-
λότερον.

ἐγὼ δέ σε καὶ νῦν καὶ πάλαι φιλοσοφεῖν ἡγοῦμαι
καὶ νῦν μὲν ἴσως πλείω συγγράφειν, τὰ δὲ τῷ βίῳ προσή-
κοντα καὶ πρόσθεν τετηρηκέναι καὶ γενέσθαι γε μείζω βάσα-
νον τῆς παρούσης ἐκείνην. οὐ γὰρ ἴσον ἔξω πραγμάτων ὄντα
τοῖς νόμοις Πλάτωνος ἐμμένειν καὶ πολλῶν ἐνοχλούντων μη-
δαμοῦ βιασθῆναι.

μαθητὰς δὲ πολλοὺς ἀριθμῶν πολλοὺς
εὐδαίμονας λέγεις, οἷς ἔστι μὲν τὴν ἀλήθειαν λαβεῖν, λαβεῖν, δὲ
μετ’ ἐκείνης εἰς εὐγλωττίαν ἐπιδοῦναι. ἄμφω γὰρ δὴ παρὰ
σοὶ τὰ Πλάτωνος, γενναῖά τε διδάξαι καὶ γλώττῃ καλῇ. ταῦτ
οὔτ’ ἀγνοοῦμεν οὔτε σιγῶμεν, ἀλλ’ ὅσοιπερ ἡμῖν εἰς λόγους
ἦλθον, καὶ τοιούτων λόγων ἀκούσαντες ἀπῆλθον.

παῦσαι
δὴ τοιούτων ἐπιστολῶν καὶ νόμιζέ με γεγηρακέναι μέν, παρα-
φρονεῖν δὲ οὔπω.

Related Letters