Letter 789: You seem to want letters from a scoundrel — whether I have forgotten a friend through length of time or suffered...
Ἀντιπάτρῳ. (362/36)
Ἔοικας ἀνδρὸς πονηροῦ γραμμάτων ἐπιθυμεῖν, εἴτε διὰ
χρόνου μῆκος ἐπιλέλησμαι φίλου εἴθ᾿ ὑπό τινος εὐπραξίας
αὐτὸ τοῦτο ἔπαθον, καὶ θαυμάζω γε ὅπως οὐ κέρδος ἡγήσω
τοῦ τὰ τοιαῦτα νοσοῦντος ἀπηλλάχθαι.
ἐγὼ οἱ τῆς μὲν
κοινῆς εὐτυχίας ἰχῶ τὸ μέρος ἀρχόμενος ὑπὸ βασιλέως ἀρίστου.
τοῖς δὲ ἰδίοις οὐδένα παρελήλυθα τῶν γειτόνων. οὔτε γὰρ
οἰκοδομῶ λαμπρῶς οὔτε γῆν ἐώνημαι πολλὴν οὔθ᾿ ῥα
βδούχων παραπέμπομαι παιόντων καὶ φοβούντων οὐδ᾿ ὑπ-
ισχνοῦμαι μεγάλα οὐδ’ ἐχθρὸν ἠμυνάμην.
τίνα τοίνυν ὄΠ·
ἑωρακὼς ὑβρίζεις; τίς μηνυτὴς ἢ τίς μάντεων τοῦτον ἔφρασέ
σοι τὸν ὄγκον; εἴσειμι παρὰ τὸν βασιλέα καλούμενος, ἄλλως
δὲ οὐδαμῶς, τοῦτο δὲ οὐ συνεχῶς. εἰσελθὼν ἀκούω λέγοντος,
καὶ γάρ ἐστι Σειρήν, καὶ ὅ τι φθέγξαιτο, συγγράμματος τοῦτο
οὐ χεῖρον ἀμείνων γενόμενος τὴν γνώμην ἄπειμι παρακλη-
θεὶς εἰς λόγους τοῖς τοῦ βασιλέως λόγοις
οὗτοι τῶν εἰσό-
δων οἱ καρποί. τὸ δὲ τὸν δεῖνα μέν, ὦ βασιλεῦ, παῦ-
δον ἄρχοντα, ὁ δεῖνα δὲ ἀρξάτω, καὶ τῷ μὲν γενέσθω
τιμὴ, τὸν δὲ ἔκβαλε τῶν ὄντων, ταῦτα δὴ τὰ ἐπὶ τοῦ
Πραξίλλης Ἀδώνιδος οἴχεται καὶ νῦν ἲς ἀληθῶς εἰς ἔργον
ἥκει τὸ τοῦ κρατοῦντος ὄνομα.
οὐ μὴν ἀλλ’, εἰ καὶ σφό-
δρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγε-
νόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ’
ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί
μου τοῦ τρόπου.
καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν
ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἵα οὔπω
πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς
ἡμ.ᾶς ἧκεν εἰς Συρίαν, ἀλλ’ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέ-
γονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην
ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.
ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην
δ’ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν
γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν
ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς
ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος
δὲ ἡττήθη τοῦτ’ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.
Related Letters
I thought I had been cleared of every charge after that letter, and that your feelings toward me had returned to...
Ambrose, Bishop, to the Emperor Theodosius.
I would not have you judge the character of the man I am recommending by the standards of the others who handle...
You have been silent for a long time, but I must not imitate such an example.
With this first letter, I'm inviting your confidence.