Letter 790: You have honored me with your remembrance, but you did not quite gauge the weakness of my eyes.

LibaniusTheodoros|c. 389 AD|Libanius
education books

Θεοδώρῳ. (362/63)

Τῇ μὲν μνήμῃ τετίμηκάς με, τῆς δὲ τῶν ὀφθαλμῶν
ἀσθενείας οὐ μάλα ἐστοχάσω. ἔρρωται μὲν γὰρ οὐδέν μοι

μέρος τοῦ σώματος, οἱ δὲ πλέον ἢ τἄλλα ἀπειρήκασι, κὰν μὴ
μεγάλων λάβωνται γραμμάτων, ζητοῦσι τὸν ἀναγνωσόμενον.

σοὶ δ’ ἔστι μὶν βιβλία πολλὰ καὶ καλὰ κοὶ οἷα βοηθεῖν τοῖς
οὅτω διακειμένοις, ἐγὼ δὲ οὔπω τῶν τοιούτων ἄξιος κοὶ οἶδα
ἐνοχλήσας καὶ συγγνώμην αἰτῶ· ὡς ὅ γε ἔπεμφας, ἓν μόνον
εἶχε καλὸν τὸ παρὰ σοῦ τε καὶ μετὰ σῶν κεκομίσθαι γραμμά-
των, ὡς τῇ γε ἄλλῃ τὸ δῶρον οὐ σόν.

ἥκει οὖν αὖθις εὶς
ταὐτὸ ταμιεῖον μετὰ τῶν καλῶν κεισόμενον, ὅπως βασκανίαν
ἀπελαύνῃ τῶν καλῶν.

Related Letters