Letter 791: For I too am your possession — so it is no wonder that you are mine as well.
Γαϊανῷ. (362/63)
Καὶ γὰρ ἐγὼ κτῆμα σόν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ καὶ
σὺ κτῆμα ἐμόν. ἐκεῖνο μέντοι οὐκέτι πείθομαι τὴν τὴν τὸ
ἄρχειν ἀρετὴν παρ’ ἡμῶν γεγενῆσθαί σοι.
κομίζων γὰρ
αὐτὴν ἐκ Φοινίκης ἀφῖξο καὶ διὰ τοῦτο ἑτέρῳ παρεδρεύων
μεῖζον ἴυγγος ἴσχυσας τῷ τρόπῳ. καὶ νῦν Φοινίκη μισθοὺς
ὧν ἐδίδαξε κομίζεται ποιήσασά τε γενναῖον καὶ παρὰ τοῦ μα-
θητοῦ σωζομένη τε καὶ θεραπευομένη.
σωτηρίαν δὲ καλῶ
καὶ θεραπείαν οὐ τὸ ἐξεῖναι πάντα ποιεῖν ὡς ὂν ἑταίρου
καὶ Φοίνικος ἄρχοντος, ἀλλ’ ὅτι σε ἀκούω καὶ τιμᾶν οὓς δεῖ
καὶ κολάζειν οὓς χρή, καὶ τοῦτο πρῶτον ἀπαιτοῦντα τοὺς φί-
λους τὸ μὴ ἀπειθεῖν τοῖς νόμοις.
ὡς ὅστις ἐν ἀρχῇ τοῖς
πάλαι συνήθεσι δίδωσι παρανομεῖν, βλαβερὰν ἀμφοτέροις χα-
ρίζεται χάριν καὶ δοκῶν αἰδεῖσθαι φιλίαν αὑτόν τε κἀκείνους
μισῶν οὐκ οἶδε.
πολλὴν δὲ ἄρα βραδυτῆτα κατέγνως τῆς
φήμης. εἰ ἀγνοοῦσι ταῦτα ᾠήθης γράφειν. ἡ δὲ πάλαι σου
τὴν ἐπιστολὴν ἔφθη θεοῦ τε πρᾶγμα ποιοῦσα καὶ ὑποπτέρου
καὶ οὐ τὴν ἀγοράν γε μόνον ἐνέπλησεν αὑτῆς, ἀλλ’ ἤδη καὶ
εἰς τὸ βασίλειον εἰσῆλθεν ἡδονὴν φέρουσα τῷ βασιλεῖ καὶ
μάντει.
ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός,
καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε
καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου
τεκμαίρῃ.
Related Letters
The fact that you have the power to sway anything with the force of your words, and yet in the courtroom you never...
Word has reached us that you have attained the highest level in eloquence, and that your character is no worse than...
The Phoenicians enjoy the blessings, while I dream of Phoenician blessings: councilors honored, populace cheerful,...
I have assisted, as far as I could, the affairs of all who shared in my teaching.
I hear that you are indignant at the outrages which have been committed on us by the Monks and the Mendicants. And it is no wonder, seeing that you never yet had felt a blow, and were without experience of the evils we have to endure, that you did feel angry at such a thing. But we as experienced in many sorts of evil, and as having had our shar...