Letter 792: To the same. (~362)
Τῷ αὐτῷ. (362/63)
Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγ-
μάτων οὐκέθ’ ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ
τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ
γράφοντα νενίκηκας τῷ πλήθει.
τὸ δέ γε κάλλος ἴσον, καὶ
μικρός μοι σῖτος ἅπας καὶ χρυσὸς πρὸς τὴν ὥραν τῶν γραμ-
μάτων, ἐν οἷς ἡμᾶς ἀναγκάζεις μὴ σιγᾶν ὡς δόξοντας χρὴ
μάτων ἕνεκα ἐπεσταλκέναι, εἰ ἅμα τῷ τὰ χρήματα ἔχειν ἀπο-
στησόμεθα τοῦ γράφειν.
αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ
σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τι καὶ τιμὰς
τάττειν πυρῶν καὶ κριθῶν ἀλλ’, εὖ ἴσθι, μᾶλλον ἴσῃ μου κύ-
ριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας.
τότε σύ τε ἐμοῦ λέγοντος ἀκούση καθήμενος, οὗ σοι πρέπει,
καἰ ἐγὼ σοῦ τὰς ἴριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ δια-
λύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀλη-
θεία τὰ σά.
Related Letters
To the same person. (358/59)
To the same. (362/63)
To the same. (362)
To the same. (362/63)
You acted, noble friend, using wisdom on behalf of truth.