Letter 794: As much as I blamed the road — for it was harsh — so much and more I blame myself for turning back so quickly,...

LibaniusJulian of Antioch|c. 389 AD|Libanius
barbarian invasionfriendshiptravel mobilitywomen

Ἰουλιανῷ αὐτοκράτορι. (363)

Ὅσα κατηγόρησα τῆς ὁδοῦ, καὶ γὰρ ἦν χαλεπή, τοσαῦτα
ἐμαυτοῦ καὶ ἔτι πλείω ταχέως ἀναστρέψας, ἀλλ’ οὐκ ἐπ’ αὐτὸν
ἐλθὼν τὸν σταθμὸν καὶ δοὺς ἐμαυτῷ τὸ καὶ τῆς ὑστεραίας
ἅμα τῷ ἡλίῳ τὴν θείαν ἰδεῖν κεφαλήν.

καὶ γὰρ οὐδ’ ἡ

πόλις με εἶχε παραμυθεῖσθαι πράττουσ κακῶς. λέγω δὲ κα
κοπραγίαν οὐ τὴν τῶν ὠνίων σπάνιν, ἀλλ’ ὅτι πονηρὰ κοὶ
κακὴ καὶ ἀχάριστος κέκριται καὶ δοκεῖ τῷ τηλικαύτην μὶν ἂρ
χήν, πλείω δὲ φρόνησιν κεκτημένῳ.

ἴως μὶν οὖν Ἄλκιμος
μοι παρῆν, εἶχον τὸν δεχόμενον τοὺς λόγους, ἐν οἷς ἐμαυτόν
τε ᾐτιώμην καὶ περὶ τῆς εἰς ἐμαυτὸν παρὰ σοῦ διεξηῄειν τιμῆς
ὡς δὲ ἐκεῖνος ἀπῆρε, τὴν ὀροφὴν ἐποιούμην ἀντὶ τοῦ φίλου.

πρὸς ἣν ἀναβλέπων κείμενος ἐπὶ τῆς κλίνης νῦν, ἔλεγον,
ὁ βασιλεὺς ἐκάλει· νῦν εἰσὼν ἐκαθήμην, καὶ γὰρ
τοῦτο ἐδίδου, νῦν ὑπὲρ τῆς πόλεως ἠγωνιζόμην, καὶ
γὰρ τοῦτο ἐξῆν ὑπὲρ τῶν βασιλέα λελυπηκότων πρὸς
βασιλέα λέγειν· ὁ δὲ ἐκράτει μὲν δίκαιά τε ἐγκαλῶν
καὶ δυνάμενος εἰπεῖν, ἐγὼ δὲ φιλονεικῶν οὔτε ἐμι-
σούμην οὔτε ἐξεβαλλόμην.

τοιούτοις ἐμαυτὸν εὐωχῶ
καὶ αἰτῶ παρὰ τῶν θεῶν πρῶτον μὲν σὲ ποιῆσαι κρείττω τῶν
πολεμίων· ἔπειθ’ ἡμῖν ἐνταῦθα δεῖξαι καθάπερ ἔμπροσθεν.

ἔστι τι καὶ τρίτον ἐν ταῖς εὐχαῖς, ὃ ἐκεῖνοι μὲν ἀκηκόασι,
πρὸς σὲ δὲ οὐκ ἐρῶ· ἴδει δὲ ἄρα μηδ’ αὐτὸ τοῦτ’ εἰπεῖν, τὸ
ὡς οὐκ ἐρῶ. δεινὸς γὰρ σύ γε τὸ τρίτον τοῦθ’ εὑρεῖν ἀπὸ
τοῦ τὸν εὐχόμενον ἐμὲ κρύπτειν ὅπερ ηὐξάμην, καὶ δέδοικα
δὴ μὴ τοὐναντίον αἰτήσῃς.

ἀλλὰ νῦν μὲν διάβαινε τοὺς

ποταμοὺς καὶ ποταμοῦ φοβερώτερος ἔμπιπτε τοῖς τοξόταις,
μετὰ ταῦτα δὲ βουλεύσῃ περὶ ὧν βεβουλεύσεσθαι φής. ἐμὲ
δὲ εὐφραίνων μὴ κάμῃς οἷς ἔξεστι τὸν ἀπόντα· ὡς ἔγωγε
ἐπιστελῶ προκαλούμενος γράμματα τὰ σὰ ἀπὸ μέσης μάχης
πιστεύων ὅτι καὶ ταῦτ’ ἂν εἴη τῆς σῆς φύσεως τάττειν τε
ὁμοῦ στρατὸν καὶ τιτρώσκειν καὶ ἐπιστέλλειν.

οὕτως ὑπὸ
τοῦ σώματος ἀδικοῦμαι μέλλων ἀκούειν ἃ χρῆν ὁρᾶν· Σέλευ-
κος δὲ ὁ μακάριος ὄψεται καλῶς προθεὶς καὶ γυναικὸς ἀγα-
θῆς καὶ παιδὸς ἀγαπητῆς τὴν ἀπὸ τοῦ τοιούτῳ βασιλεῖ δια-
κονεῖν εὔκλειαν

Related Letters