Letter 796: I was pleased that you urge me to do the very thing I urge you to do.

LibaniusModestos|c. 390 AD|Libanius
travel mobilitywomen

Μοδέστῳ. (363)

Ἥσθην ὅτι με παρακαλεῖς ἐφ’ ἅπερ ἐγὼ σέ· δῆλον γὰρ
ὅτι σὲ πέπεικα βοηθεῖν, εἰ τὴν ἐμὴν τάξιν λαβὼν ἐμὲ προ-
τρέπεις Ὑπερεχίῳ βοηθεῖν.

ἐγὼ μὲν οὖν οὔτε τῶν δυνα-
τῶν τι παρήσω τοῖς τ’ ἀδυνάτοις ἐπιχειρήσω. καὶ γὰρ εἰ μά-
ταιον, ἀλλὰ τῷ φιλοῦντι πρέπον, καὶ ἤδη γ’ ἂν ἐπέπρακτό τι
περὶ τὸν νεανίσκον, εἰ μὴ τὸ βραδέως ἐλθεῖν ἐκώλυσε τὸ
ἔργον. οὐ μὴν τάς γε ἐλπίδας ἀνεῖλεν, ἀλλ’ εἰσὶ καὶ λαμπραί.
πτύω δὲ εἰς κόλπον τῇ παροιμίᾳ πειθόμενος.

ἔοικε δέ
τις δαίμων τὸ πρᾶγμα καλῶς διῳκηκέναι βουλόμενος αὐτὸν
ἀμφοτέρων τυχεῖν, ὧν τε σὺ δοῦναι κύριος ὧν τε ὁ πάντων,
ὡς ἐκείνων γε προτέρων τυχών, τῶν δ’ ἂν ἐστέρητο.

νῦν
δὲ σὺ μὲν αὐτὸν παιδεύσεις καὶ ποιήσεις ῥήτορά τε καὶ τἄλλα
μέγαν γάμῳ τε καὶ δόξη καὶ τοῖς ἐν τῷ συνεδρίῳ δρω-
μένοις, ἥξει δὲ τὰ δεύτερα διδόμενα δέξασθαι δυναμένῳ.

ἀλλά, πρὸς τῶν θεῶν, οὓς πάλαι θαυμάζων νῦν ὡμολόγη-
σας, πάρελθε πάρελθε μὲν τὴν τοῦ πατρὸς Ὑπερέχιον εὔνοιαν,
μησαι δὲ τὴν ἐμήν· ὃ ποιήσας τὴν τοῦ πατρὸς νικήσεις.

Related Letters