Letter 800: Hyperechius claimed he made this journey on behalf of his brother, but it turned out he came more on your behalf...
Μαξίμῳ. (363)
Υπὲρ ἀδελφοῦ τὴν ὁδὸν Ὑπερέχιος ἴφη ταυτηνὶ πεποιῇ-
σθαι, ἐφωράθη δὲ ὑπὲρ σοῦ μᾶλλον ἢ ὃν ἴφη πεποιημένος·
εἰς μὲν γὰρ ἐκεῖνον μικρά τις ἦν ἡ σπουδή, περιέτρεχε δὲ
σβεννύων φήμην ἀκμάζουσαν οὐκ ἀληθῆ μίν, ὡς ἔγωγε ἐπε-
πείσμην, ἦσαν δὲ οἱ βουλόμενοι τὰ χείρω κρατεῖν, πἳ τιμῆς
μὶν οὐκ ἂν τύχοιεν διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπ
ἀρετῆς τιμωμένοις φθονοῦντες, ἂν ἐκεὶνοί τι δόξωσιν ἀδικεῖν,
ἀναπνέουσι.
πρὸς οὓς ἐγὼ μὲν ἐμαχόμην τῷ εἰκότι συμ-
μάχῳ χρώμενος, ἔδει δέ τινος ἐγγύθεν μάρτυρος, ὃς ἕμελλε
ποιήσειν μοι τὸ εἰκὸς ἰσχυρόν.
τῶν μὲν οὖν ἄλλων οἱ μὲν
ἐσίγων μετὰ τῶν κατηγόρων τῇ σιγῇ γιγνόμενοι, οἱ δ’ ἀκοῦ-
σαι μὲν ταῦτα ἔφασκον, τἀκριβὲς δὲ ἀγνοεῖν, οὐδὲν ἢ μικρὸν
ἐκείνων οἵδε διαφέροντες· ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ καὶ σοί τε
καὶ ἐμοὶ καὶ Ἀληθείᾳ φίλος ἀνθ’ ὅπλων ὑπὲρ σοῦ τὴν γλῶτ-
ταν ἔθετο καταβοῶν μὲν τῶν λεγόντων ὡς ψευδομένων, κατα-
βοῶν δὲ τῶν πειθομένων ὡς ἐξαπατωμένων.
καὶ τοσοῦτον
ἴσχυσε τῇ συνεχείᾳ τῶν ἀγώνων, ὥστε καθήρας ἡμῖν τὴν πό-
λιν τῆς ἀπάτης ἔρχεται· καὶ νῦν οὔτε βουλευτὴς ἰς τὰς πλευ-
ῥᾶς ὕβρισται κέρδος τε οὐδὲν κεκράτηκε τῆς ψυχῆς δοκεῖ τε
ὁ γενναῖος Μάξιμος εἶναι τοιοῦτος οἷός ἐστιν.
ἐγὼ οὖν
ἀμφοτέροις συνήσθην τῶν ἐπαίνων, εἰ σὺ μὲν ἐν ἀρχῇ δίκαιος,
ὁ δὲ ἐν ἀρχομένοις, καὶ ἅμα ἐδόκεις μοι μηδὲν εἰς αὐτὸν εὐ-
νοίας ἐλλελοιπέναι.
τοῦτο δὲ οὐκ ἠρόμην· ὑπὸ γὰρ ὧν
ἔπραττεν εὐθὺς ἐδιδασκόμην. τοσαύτη τις ἦν ἡ περὶ τὴν ἀπο-
λογίαν προθυμία δεικνῦσα μὲν τὸν ἀληθεύοντα, δεικνῦσα δὲ
τὸν ἀμειβόμενοι χάριτας. τοιούτους ἐγὼ τρέφω τε καὶ συνί-
στημι τοῖς φίλοις.
Related Letters
It is simply not right that the dependents of Tiberinus should suffer — a man excellent in every way, who introduces...
If you do not help those I recommend, that is not the Greek way.
This Achillius was my fellow student, and his son is being raised under my care — a boy of a lively nature who knows...
Stop saying great things about small matters — my letters.
You add deeds to hopes, noble Maximus — or rather, your deeds have surpassed our hopes.