Letter 811: Orion became my friend when he was prosperous.
βηλαίῳ. (363)
Ἐγένετό μοι φίλος Ὠρίων, ὅτε εὐτύχει· νῦν δὲ πράττει
μὲν ἐκεῖνος κακῶς, τηρῶ δὲ ἐγὼ τὴν γνώμην· αἰσχύνομαι γὰρ
εἰ καὶ αὐτὸς ὑπὸ τῇ παροιμίᾳ γενήσομαι καὶ δόξω φεύγειν
ἠτυχηκότα φίλον.
ταῦτα δὲ τρὶς ἤδη πρὸς σὲ βοῶ τὸ μὲν
πρῶτον ἐν γράμμασιν, ἔπειτα πρὸς παρόντα, νῦν δὲ ὥσπερ τὸ
πρῶτον. καὶ γὰρ εἰ διέστηκεν ἡμῶν τῇ περὶ τὸ θεῖον δόξῃ,
βλάπτοι μὲν ἂν αὑτόν, εἴπερ ἐξηπάτηται, παρὰ δὲ τῶν συν-
ήθων οὐκ ἂν εἰκότως πολεμοῖτο.
ἠξίουν δὲ ἔγωγε καὶ τοὺς
νῦν ἐγκειμένους αὐτῷ μεμνῆσθαι ὧν αὐτοῖς ἐβοήθησε πολλά-
κὶς καὶ μᾶλλον ἀποδοῦναι χάριν ἢ ζητεῖν κατορύξαι ζῶντα
τὸν εὐεργέτην· οὗ τὴν συγγένειαν ἐλαύνοντες πάλαι καὶ Μυ-
σῶν λείαν πεποιημένοι τἀκείνων τελευτῶντες ἥκουσιν ἐπὶ τὸ
τοῦδε σῶμα ὡς ταύτῃ γε χαριούμενοι τοῖς θεοῖς, πλεῖστον
ἀπέχοντες τοῦ περὶ τὰς τῶν θεῶν τιμὰς νόμου.
ἀλλὰ τοὺς
μὲν πολλοὺς οὐδὲν θαυμαστὸν ἄνευ λογισμοῦ φέρεσθαι καὶ
ποιεῖν ἀντὶ τῶν καλῶν τὰ ἡδέα· σὲ δὲ τὸν ἀπὸ τοῦ παιδεύ-
ντος θρόνου θρόνου πρὸς τὸν ψήφου κύριον ἥκοντα κατέχειν
τοιούτους εἰκὸς καὶ πείθειν ἢ ἔργῳ κωλύειν.
εἰ μὲν οὖν
ἔχει χρήματα τῶν ἱερῶν Ὠρίων καὶ δύναιτ’ ἂν ἐκτῖσαι, παι-
έσθω, κεντείσθω, τὰ τοῦ Μαρσύου πασχέτω, δίκαιος γάρ, εἰ
παρὸν ἀποδόντα ἀπηλλάχθαι χρημάτων ἐστὶν ἥττων καὶ πάντ᾿
ὂν ὑπομείνειεν, ὅπως ἔχοι χρυσίον· εἰ δ’ ἐστὶν ἱρος καὶ πει-
νῶν ἐκοιμήθη πολλάκις, οὐκ οἶδα, τί ἂν κερδαίνοιμεν ἀπὸ
τυ αἰκίας, δι’ ἣν εὐδοκιμήσει παρὰ τοῖς ἡμῖν ἐναντίοις.
εἰ δὲ δὴ καὶ ἀποθανεῖν αὐτῷ δεδεμένῳ συμβαίη σκόπει
ποῖ τὸ πρᾶγμα ἥξει, καὶ ὅρα μὴ πολλοὺς Μάρκους ἀποφήνῃς.
Μάρκος ἐΜ κρεμάμενος καὶ μαστιγούμενος κοὶ τοῦ πώ-
γωνος αὐτῷ τιλλομένου πάντα ἐνεγκὼν ἀνδρείως νῦν ἰσόθεός
ἐστι ταῖς τιμαῖς, κἂν φανῇ που, περιμάχητος εὐθύς. κοὶ
ταῦτα εἰδὼς βασιλεὺς ἀλγεῖ μὲν ὑπὲρ τοῦ νεώ, τὸν δὲ ἄνδρα
οὐκ ἀπέκτεινε.
νόμισον δὴ νόμον τὴν Μάρκου σωτηρίαν
καὶ τὸν Ὠρίωνα σώσας ἔκπεμπε μὴ θαυμαζόμενον. φησὶ μὶν
γὰρ οὐδὲν ἡρπακέναι, κείσθω δὲ εἰληφώς τί οὖν; εἰ πάντα
ἀνήλωται. μέταλλα χρυσίου προσδοκᾷς εὑρήσειν ἐν τῷ δέρ-
ματι;
μή, πρὸς Δῖός, ἑπαῖρε κοὶ δικαστά, μὴ σύ τι πάθῃς
ἀβέλτερον, ἀλλ’, εἰ δεῖ δίκην αὐτὸν ὑποσχεῖν, ἄτρωτος περι-
νοστείτω μηδεμίαν ἔχων εἰς φιλοτιμίαν ἀφορμήν.
Related Letters
I'm repeating my request on behalf of my friend Sallustius — whom, as you yourself confirmed, you've already taken...
The eulogy of Fabiola whose restless life had come to an end in 399 A.D. Jerome tells the story of her sin and of her penitence (for which see Letter LV.), of the hospital established by her at Portus, of her visit to Bethlehem, and of her earnestness in the study of scripture. He relates how he wrote for her his account of the vestments of the ...
To my Brother.
Ambrose, Bishop, to the Emperor Gratian.
To my Brother.