Letter 18: To an Official.

Julian the ApostateUnknown|c. 362 AD|Julian the Apostate|Human translated
education books

To an Official.

...Is it not right to show at least as much respect to a human being as we show to objects made of wood? [The beginning of this letter is lost.]

Suppose a man who has been appointed priest turns out to be unworthy. Should we not at least wait until we have actually determined that he is wicked, and only then exclude him from his duties — making clear that it was the hasty appointment, not the sacred office itself, that deserves blame and punishment? If you do not understand this, you cannot have any proper sense of what is fitting. How can you respect the rights of people in general if you cannot even distinguish between a priest and a layman? And what kind of self-discipline can you claim when you mistreat the servants of the gods?

I say this not in anger but as instruction. The priests of the gods must be treated with the dignity their office demands — even when the individual falls short. The office is sacred even when the man is not.

Human translation - Tertullian Project

Latin / Greek Original

[…] τοῦθ’ ὅπερ ὑπάρχει τοῖς ξύλοις, οὐκ ἄξιόν ἐστι νέμειν ἀνθρώποις; ὑποκείσθω γὰρ ἄνθρωπον ἱερωσύνης ἀντειλῆφθαι τυχὸν οὐκ ἄξιον· οὐ χρὴ φείδεσθαι μέχρι τοσούτου, μέχρις ἂν ἐπιγνόντες ὡς πονηρός ἐστι καὶ τῆς λειτουργίας αὐτὸν εἴρξαντες τὸ προπετῶς ἴσως προστεθὲν ὄνομα τοῦ ἱερέως ὑπεύθυνον ἀποδείξωμεν ὕβρει καὶ κολάσει καὶ ζημίᾳ; ταῦτα εἰ μὲν ἀγνοεῖς, οὐδὲ τῶν ἄλλων ἔοικας εἰδέναι τι τῶν μετρίων. ἐπεὶ σοὶ ποῦ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὃς οὐκ οἶσθα τί μὲν ἱερεύς, τί δὲ ἰδιώτης; ποῦ δέ σοι μέτεστι σωφροσύνης, ὅσπερ ᾐκίσω τοῦτον, ᾧ καὶ θώκων ἐχρῆν ἐξανίστασθαι; ὃ αἴσχιστον ἁπάντων καί σοι μάλιστα μήτε πρὸς θεοὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς. οἱ μὲν τῶν Γαλιλαίων ἴσως ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίᾳ δι’ ἐμέ, λάθρᾳ καὶ ἐν τῷ οἴκῳ· διὰ σὲ δὲ τέτυπται ὁ ἱερεύς· οὐ γὰρ ἂν ἦλθεν ἐπὶ ταύτην ὁ παρ’ ὑμῖν ἀρχιερεὺς μὰ Δία τὴν δέησιν. ἀλλ’ ἐπειδή σοι πέφηνε μυθώδη τὰ παρ’ Ὁμήρῳ, τῶν τοῦ Διδυμαίου δεσπότου χρησμῶν ἐπάκουσον, εἴ σοι φανείη πάλαι μὲν ἔργῳ νουθετήσας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς οὐ σωφρονοῦντας διδάσκων τοῖς λόγοις· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν. ὁ μὲν οὖν θεὸς οὐ τοὺς τύπτοντας οὐδὲ τοὺς ὑβρίζοντας, ἀλλὰ τοὺς ἀποστεροῦντας τῶν τιμῶν εἶναι φησί θεοῖς ἐχθρούς· ὁ δὲ τυπτήσας ἱερόσυλος ἂν εἴη. ἐγὼ τοίνυν, ἐπειδήπερ εἰμὶ κατὰ μὲν τὰ πάτρια μέγας ἀρχιερεύς, ἔλαχον δὲ νῦν καὶ τοῦ Διδυμαίου προφητεύειν, ἀπαγορεύω σοι τρεῖς περιόδους σελήνης μὴ τοι τῶν εἰς ἱερέα μηδὲν ἐνοχλεῖν· εἰ δὲἐν τούτῳ τῷ χρόνῳ φανείης ἄξιος, ἐπιστείλαντός μοι τοῦ τῆς πόλεως ἀρχιερέως, εἰ παραδεκτὸς εἴης ἡμῖν, ἐσαῦθις μετὰ τῶν θεῶν βουλεύσομαι. ταύτην ἐγώ σοι τῆς προπετείας ἐπιτίθημι ζημίαν.τὰς δὲ ἐκ τῶν θεῶν ἀρὰς πάλαι μὲν εἰώθεσαν οἱ παλαιοὶ λέγειν καὶ γράφειν, οὐ μὴν ἔμοιγε φαίνεται καλῶς ἔχειν· οὐδαμοῦ γὰρ αὐτοὶ πεποιηκότες οἱ θεοὶ φαίνονται. καὶ ἄλλως εὐχῶν εἶναι δεῖ διακόνους ἡμᾶς. ὅθεν οἶμαι καὶ συνεύχομαί σοι πολλὰ λιπαρήσαντι τοὺς θεοὺς ἀδείας τυχεῖν ὧν ἐπλημμέλησας.

Revision history

  1. 2026-03-20v2.1.0-import

    Initial corpus import from Tertullian.org.

    Fields: letter text, metadata, source links. Source: https://github.com/PerseusDL/canonical-greekLit/blob/master/data/tlg2003/tlg013/tlg2003.tlg013.perseus-grc2.xml

Related Letters