Letter 194: I know that you were going to receive Palladius kindly without any letter from me.

LibaniusAndronicus, a general|c. 332 AD|Libanius
friendship

Ἀνδρονίκῳ. (360)

Εἰ μὲν οὐκ ἦν σοὶ φίλος, ὥσπερ ἡμῖν, ὁ χρηστὸς Εὐ-
στόχιος, πολλῶν ἂν ἴδει μοι λόγων εἰς τὸ δοῦναί σε χάριν·
νῦν δέ, οἶσθα γὰρ τὸν ἄνδρα καὶ εἰδὼς φιλεῖς, ἃ δοίης ἂν
ἡδέως αἰτοῦμεν.

κακῶς φησι πεπονθέναι ὁ σὸς στρατιώτης
παρὰ τῶν τὰ τοῦδε διοικούντων, οἱ δὲ ἀρνοῦνται καὶ κατα-
δύντες που τρέμουσιν, οὐχ ὅτι ἠδίκησαν, ἀλλ’ ἡ ἀπειρία ποιεῖ
τὸν φόβον.

ὁ καρπὸς δὲ ἐν συγκομιδῇ, κἂν μὴ φανῶσιν

ἐκεῖνοι, πάντα Εὐστοχίῳ διέφθαρται. μὴ δὴ γένη βλάβης αὶ-
τιος ἀνδρὶ καλῷ τε κἀγαθῷ, ἀλλὰ μηδ’, εἴ τις ἐπλημμέλησε,
διαφευγέτω τὴν δίκην.

πῶς ταῦτα; <νὴ> Δία, βουλῆς
μακρᾶς, εἰ καὶ τὸν καρπὸν διασώσει κἀκείνους οὐκ ἀφαιρή-
σεταί σε. δεῖ δέ σε εἰδέναι τοῦθ’ ὡς, ἢν ἁλῶσιν, οὐδὲν δεήσει
τῆς ὀργῆς, ἀλλ’ ὁ δεσπότης φθήσεται τὸν δικαστήν.

Related Letters