Letter 215: Our disagreement on the point you raised is, I think, less serious than it appears.
Φλωρεντίῳ. (360)
Οἶσθα τήν τε πόλιν καὶ τὰ νόμιμα τῆς πόλεως καὶ τὰς
ἐν αὐτῇ λειτουργίας καὶ μέτρον ἑκάστης καὶ τί κοῦφον καὶ τί
τῶν Κροίσου δεόμενον χρημάτων καὶ ὡς τοῖς τὰ μέγιστα ὑπο-
στᾶσιν εἰκότως ἂν ἕκαστος καὶ συνεύχοιτο καὶ συλλαμβάνοι.
τὸ μὲν οὖν συνεύχεσθαι ἡμέτερον, οἷς οὐκ ἔστι δύναμις, εἰς
σὲ δὲ ἥκει τὸ βοηθεῖν ἔργοις.
ὁ τοίνυν ἀνεψιός μου πο-
λὺν δὴ χρόνον δαπανώμενος ὑπὲρ ἅπαν παράδειγμα καὶ τὸν
οἶκον ἐλάττω καταστήσας ὄντος ἔνδον ἴτ’ οὐδενὸς οὐδὲ βου-
λόμενος ἐν τῷ σχήματι μένειν ἔχει.
τῆς οὖν ἀνάγκης ἐξ-
ἀγούσης αὐτὸν ἕπεται καὶ καλεῖ δὴ τὰς πόλεις ἐπὶ τὸ τέλος.
ἔχων δὲ ταῦτα ἐν χεροῖν λαμβάνει γράμματα. ἃ ἠπίστησα παρ’
ὑμῶν ἥκειν, τὰ μὲν γὰρ ὑμέτερα ἀεὶ καὶ καλὰ καὶ μέτρια καί
τινος προσόζοντα ἡμερότητος, τὸ παρὸν δὲ οὐ μάλα τοῖς ἔμ-
πρόσθεν ἐοικός.
τὰ μὲν γὰρ βήματα μικρά· μὴ σφάττε
τὰ θηρία, τὰ δὲ ἀτ᾿ αὐτῶν· ἔκδυθι τῶν ἱματίων, μετ-
ἀμπίσχου, τὸν στέφανον λύε, τοὺς θεωροὺς ἔλαυνε,
μὴ χρῶ τοῖς σαυτοῦ. ἢ τοῦτο μὲν οὐχί, μένε δὲ τρέ-
φων, κἂν δέῃ τὸν ἀγρὸν πωλεῖν, τοῦτο πρᾶττε γελῶν.
ἆρά σοι δοκῶ δικαίως ἄλλοις ἡγεῖσθαι προσήκειν τὴν ἐπιστο-
λήν;
ἔδωκς τῷ βασιλεῖ παρδάλεις πτηνάς. τούτων ἀφέξε-
ται, δέδωκε γάρ῾ καὶ ἄρκτους φοβερωτέρας τῶν πάλαι ποτὶ
περὶ τὴν Μουνυχίαν. καὶ τούτων ἀφέξεται, δέδωκε γάρ. τῶν
λοιπῶν δὲ εἰ μή τις αὐτὸν ἐάσει κύριον, σκόπει, τί τοῦτο ἤδη
γίγνεται.
ἐγὼ μέν σε ἠξίουν καὶ παρειληφότα τοιαῦτα ἔθη
παύειν ἄνδρα ἐπὶ πλεῖστον ἥκοντα φρενῶν, αὐτὸν δὲ εἰσάγειν
καλὰ μὲν ἄξιον, ὃ πεποίηκας ἀεί, τὰ τοιαῦτα δὲ χαίρειν ἐᾶν.
ὅπως οὖν ἡμᾶς ἀνακτήσῃ τοῖς δευτέροις νομίσας ταυτὶ τὰ
γράμματα φίλου παρρησίαν, ἡ κολακεία δὲ ἑτέρων
Related Letters
[To Paulinus]
The sons of Lollianus are setting sail -- a trading voyage to Sinope [a port on the Black Sea coast of Asia Minor].
Your point about the kinship of our professions is well taken.
Your letter was a feast, as your letters always are.
You could easily obtain a favor from Cyrillus, both as his friend and as the governor of Tyre.