Letter 221: I write to you in good health, though "good" is a relative term at my age and in these times.

LibaniusCalliopius|c. 335 AD|Libanius
travel mobility

Ἀνόρονίκῳ. (360?)

Ἑρμείας εὖ παθὼν ὑπὸ σοῦ τὰς εὐεργεσίας οὐκ ἔκρυψεν,
ἀλλ’ εΙπέ τε ὧν ἀπήλαυσε καὶ φιλοτιμίας μὲν ἐμοί, τῇ δὲ ἀρί-

στῇ γυναικῶν αἴτιος εὐφροσύνης κατέστη Βασσιανῇ. ὅπως οὖν
μὴ καταλύσῃς τὸ πρόθυμον, μᾶλλον δὲ ὅπως ἀμείνων ἔσῃ
τὰ δεύτερα καὶ μιμήσῃ τῶν δρομέων τοὺς ἀγαθούς.

τὰ μὲν
οὖν ἄλλα βοηθήσεις, ἡνίκα ἂν τὰ ἄλλα καλῇ· τουτὶ δὲ καὶ δὴ
κατεπείγει. Τύριός τις Ἡράκλειτος περὶ τὰ ἡμέτερα πάλαι πο-
νεῖ, Τυρὸς δὲ οὐδὲν ἐντεῦθεν ἀδικεῖται· χρήματα γὰρ οὐκ
ἔστιν Ἡρακλείτῳ.

τοῦτον κέλευε μένειν ἐπὶ τοῦ νῦν σχή-
ματος ἢ τὰ μέγιστα βεβλάμμεθα.

Related Letters