Letter 223: Your last letter was short, but I treasured it nonetheless.

LibaniusHyperechius|c. 335 AD|Libanius
friendship

Πολυχρονίῳ. (360)

Πάλιν ἐγώ σοι τὰ εἰωθότα δῶρα πέμπω, χρηστὸν ἄνδρα
συκογαντούμενον χρῄζοντα βοηθείας, σὺ δὲ αὐτὸν καὶ δέξῃ
πρᾴως καὶ παύσεις τεταραγμένον καὶ δείξεις τῶν ἐχθρῶν ἐπὶ
τοῦ ἀγῶνος κρείττονα.

μάντιν δέ με πεποίηκας δυοῖν, οἷς
τε ἀεὶ προαιρῇ τῷ τε ἔχειν προστιθέναι τὰ ἔργα. οἰήσῃ μὲν
οὖν ἐμοὶ χαρίζεσθαι μόνῳ, λήψεται δὲ τὴν χάριν ἅπας ὅτῳ
διὰ λόγων ἡ δόξα.

Related Letters