Letter 232: I have never prayed to hold power myself.
Ἀνδρονίκῳ. (360?)
Ἐγὼ γενέσθαι ἐπὶ τῆς ὑμετέρας δυνάμεως οὐδεπώ-
ποτε ηὐξάμην, ἀλλ’ ὑμῖν μὲν καὶ ἀρχὰς εἶναι καὶ τὸν κρείττω
λόγον ἐν αὐταῖς συνηυξάμην, ἐμαυτῷ δὲ ᾗπερ νῦν βιοῦν ἐν
ἰδιώτου χώρᾳ· νῦν δ’ οὐκ ἂν ἀηδῶς μοι δοκῶ τὴν Φοινίκων
ἀρχὴν λαβεῖν τοῦ μέγαν ποιῆσαι Παρθένιον πᾶσιν ὅσοις μέ-
γεθος γίγνεται, μᾶλλον δέ, οὐδὲν δεῖ ζητεῖν ἀρχὴν τῆς σῆς οὐχ
ἧττον ἐμῆς ἢ τοῦ λαβόντος οὔσης.
ὅπως οὖν ἡμῖν αὐτὸν
ἴδῃς τε ὡς ἥδιστα καὶ ἀπόντα καλῇς καὶ φανέντα κατέχῃς καὶ
ποιῇς ἐν Φοίνιξιν ἐντιμότερον ἢ πρίν. αἰσχυνοίμην γὰρ ἄν,
εἰ δόξει μᾶλλον εὖ πεποιηκέναι με Παρθένιος ἢ πεπονθέναι.
τί οὖν με εὖ πεποίηκεν, ἀκοῦσαι ποθεῖς. αἰδούμενος δια-
τετέλεκεν ἀπὼν οὐχ ἧττον ἢ παρὼν καὶ παρὸν αὐτῷ χαρίσασθαι
τοῖς δυνατοῖς ἐκ τῶν εἰς ἐμὲ λυπηρῶν τὰς παρ’ ἐκείνων ἐλπί-
δας προήκατο τὰ πρὸς ἐμὲ δίκαια τηρῶν καὶ ταῦτα ὁρῶν τινα
τῶν οἰκείων αὑτοῦ τὴν ὁδὸν ἐκείνην ἰόντα καὶ εὐδοκιμοῦντα.
ὁ δὲ ἐκείνῳ τε ἐπετίμα καὶ δι’ ὅσων ἐξῆν ἀσθενεστέραν ἐποίει
τὴν ἐνέδραν καὶ δὴ δεῦρ’ ἥκων ἐπέθηκε τὸ τέλος τοῖς ἔμπρο-
σθεν ὅμοιον ἁπάσης καθήρας τὰ πράγματα ὑποψίας.
εὐθὺς
μὲν οὖν ἠθύμουν ἀπορῶν ἀμοιβῆς, ἔπειτα ἐνθυμηθεὶς ὡς
τῷ μὲν ἐν Φοινίκῃ γυνὴ καὶ παῖδες καὶ κτήματα, τῇ δὲ Ἀν-
δρονίκου γνώμῃ τὸ ἔθνος διοικεῖται, ἥσθην ἰδὼν ὡς ἔστιν
ᾗ ἂν τὸν ἄνδρα ἀμειβοίμην.
Related Letters
The young man who carries this letter is one of my finest students.
I have long admired how you handle the affairs entrusted to you, and this admiration only grows with each report I...
No doubt you and your friends often discuss Phoenicia -- one praising the nature of its soil, another the tempering...
Gaudentius shares with me the work of teaching the young.
Surely you will not demand a long letter from me this time.