Letter 233: I know. "Why do you tell me what I already know?
Πρισκιανῷ. (360?)
Οἷδα. τίη μοι ἐπισταμένῳ πάντ᾿ ἀγορεύεις; μὴ
γὰρ οἴου μᾶλλον αὐτὸς ἃ πράττεις εἰδδέναι τῶν ἀκουόντων ἡμῶν.
οἴ τε γὰρ ἀγγέλλοντές εἰσιν οἴ τε ἐρωτῶντες ἡμεῖς.
τῶν μὲν
οὖν ἄλλων ἤδη τις ἤρετο εἰ μή σε τὸ φορτίον ἐπίεσεν, ἐγὼ
δ’ εἰ σοι τὸ σῶμα ἔρρωται πυνθανόμενος ἐπειδὰν ὡς ἔρρω-
ται γνῶ, τὸ καὶ τοῦ φορτίου σε κρείττω εἶναι ἀκηκοέναι ἡγοῦ-
μαὶ. ἀνὴρ γὰρ εἶ, μάλα ἀνήρ, καὶ ἄρχων εἰδὼς μάλα ἄρχειν
εἰ δὲ πολλὰ δεῖ μεταχειρίζειν καὶ ἄγρυπνον ἀνάγκη πέτεσθαι,
τούτῳ μηνύεις ὃ πάλαι ἐπόθουν, ὡς τὸ καθεύδειν τε καὶ καθ-
ῆσθαι τῶν πολλῶν, σὲ δὲ εἶναι δεῖ τῶν οὐ πολλῶν.
τῇ
μὲν οὖν ἄλλῃ θαρρῶ, δέδοικα δὲ ἓν μόνον, τῶν ξενίων τὸ πλῆ-
θος, ἃ ὥσπερ ὀφειλήματα ἀπαιτοῦσιν οἱ φαγεῖν ἀγαθοί. τουτὶ
γὰρ οὐκ ἔστι διανοίας ἄρχειν ἐπισταμένης, ἀλλ’ εὐπορίας δοῦ-
ναι δυναμένης. σοὶ δὲ ἃ δέδωκε τὸ συναγορεύειν, ἀνήλωκε τὸ
ἄρχειν.
ἔπεμψα τὸ βιβλίον, σὺ δέ, εἰ σχολή, τοὺς φιλοσό-
φους ορα.
Related Letters
The son of the man bringing this letter is a student of mine.
You received Maran kindly -- that is one favor I have already collected.
Leontius is still carrying letters on the same subject.
Theodotus and Charisius are brothers, and their profession is the same.
That you, surrounded by so many responsibilities and pricked by anxieties about the war, still take thought for how...