Letter 249: "They lie who say you are the son of Zeus" -- someone once said this to one of the Heraclidae before Troy [a Homeric...
Κλεάρχῳ. (358/59?)
Ψευδόμενοι δέ σέ φασι Δῖός γόνον εἶναι πρός
τινά τις ἔφησε τῶν ἐκ Δῖός Ἡρακλείδης περὶ Ἴλιον καὶ τὸ σὲ
δὴ δύνασθαι ἐν τῇ πόλει λέγεται μέν, ἐλέγχεται δὲ οὐχ οὕτως
ἔχον. οὔκουν οὐδὲν ἐβοήθησας Ὀλυμπίῳ περὶ πάντα ἀδικου-
μένῳ.
εἰ δὲ ἔστιν ὡς ἀληθῶς σοι δύναμις, ἕτερον ἀνάγκη
χεῖρον ὁμολογεῖσθαι, τὸ μηδέν σοι μέλειν τῶν φίλων. οὐ γὰρ
οἶδα τί ἂν δεινότερον ἐπάσχομεν, εἰ ἀπὼν ἐτύγχανες, οὗ νῦν
παρόντος βλαπτόμεθα.
εἰ δ’ εἰς ἄγνοιαν τῶν πραττομένων
καταφεύξῃ, οὔτ’ εἰκότα δόξεις λέγειν τήν τε αἰτίαν οὐδὲν μᾶλ-
λον ἀποφεύξῃ. καὶ γὰρ αὐτὸ τὸ μὴ τὰ τοιαῦτα ζητεῖν ἔχκλημα.
ἑλοῦ δὴ τριῶν ὅ τι βούλει, ἡ παῦσαι τοὺς ἀδικοῦντας ἡ
φαῦλος εἶναι λέγειν ἢ ἀσθενής. οἶδ’ ὅτι τὸ τρίτον ἐρεῖς εἰρω-
νευόμενος, πλὴν οὐ λήσεις γε εἰρωνείᾳ χρώμενος.
Related Letters
If I were able to share in the journey and the other exertions with Eustochius, you would certainly have me in...
The very quality that makes you admirable as a governor -- your refusal to bend the law for anyone -- is the quality...
Here -- Zoilus has come to you too.
Short letter, simple request: a man needs justice, and you are in a position to provide it.
Since you love eloquence and honor those who practice it, I send you this young man with confidence.