Letter 275: What happened was just as you predicted in your letter.
Λεοντίῳ. (358)
Ἔπαθον ὃ ἐπέσταλκας· εὐθὺς μὲν ἡδέως τὸν Κλεόπατρον
εἶδον διὰ τὴν ἐπιστολήν, πειρώμενος δὲ τοῦ νεανίσκου τὴν
μὲν ἐπιστολὴν οὐκ εἶχον μὴ αἰδεῖσθαι, τοῖς παρ’ αὐτοῦ δὲ
πλέον εἱλκόμην. κρίνειν τε γάρ μοι λόγον ἀγαθὸς ἐφαίνετο
καὶ τὴν ἐν οἷς γράφει ῥητορικὴν οἶς λαλῶν ἔτρεχε παρεδήλου.
καὶ μὴν τῷ τε σὲ φιλεῖν ἐχαρίζετό μοι τῷ τε χαίρειν οἷς
τε σὲ περὶ ἐμοῦ λέγειν ἤγγελλεν οἷς τε ἤκουεν ἐμοῦ περὶ σοῦ.
τὸ δ’ αὖ χάριεν ἔν τε τῷ προσώπῳ καὶ τῷ φθέγματι καὶ τοῖς
σχήμασι καὶ ὅλως οὐδὲν ὃ μὴ τοιοῦτον ἦν. τοιοῦτον ἡμῖν
μετὰ τῆς φύσεως ἀπειργάσω τὸν συγγενῆ τοῖς παρ’ ἐκείνης
τὰ σὰ προσθείς. ἐργάσαιο δὴ καὶ παῖδας τῷ συγγενεῖ παρα-
πλησίους.
Related Letters
The reverence I owe your holy way of life and the affection I bear you personally have joined forces to compel this...
I received your earlier letter too -- you can't imagine how gladly.
I am well aware that writing now is an implicit admission that I was wrong not to write before.
Hilary, bishop of Rome, to Leontius of Arles, greetings.
Truly, as you have written, many disturbances have swept through the churches.