Letter 295: Pray that many people travel through Bithynia, for then you will have many to sing your praises.

LibaniusAlexander|c. 342 AD|Libanius
barbarian invasionfriendshipillnessimperial politicsproperty economicstravel mobility

Ἀλεξάνδρῳ. (361?)

Εὔχου πολλοὺς διὰ τῆς Βιθυνίας ὁδοιπορεῖν· οὕτω γὰρ
ἕξεις πολλοὺς τοὺς ἐπαινεσομένους· οὐδεὶς γὰρ ὅστις δι’ ἐκεί-
ἥκων ἥκων οὐ θαῦμα τῆς σῆς ἀρχῆς ἧκε κομίζων.

Ἐλπίδιος
δὲ ὁ τὴν τάξιν λιπών, εἰ δὲ βούλει, τὸν χορόν, ᾄδων γὰρ
μεθ’ ἡμῶν γε καὶ ἐπ’ ἄλλον ἥκει χορὸν τὰς δίκας ἀντὶ τῶν
νέων ᾑρημένος, ἐπειδὰν τῆς περὶ σοῦ μνήμης ἅψηται, πηδᾷ,
κέκραγεν, ἀτεχνῶς κορυβαντιᾷ καί μοι δοκεῖ νῦν ἥδιστ’ ἂν
τὸν Πήγασον ἐκεῖνον λαβὼν καὶ τῶν ὀρεωκόμων καὶ σταθμῶν
ἀπαλλαγεὶς πτηνῷ τάχει παρὰ σὲ κομισθῆναι, τὸν δὲ Πήγασον
ἀφεῖναι ἂν ἐκεῖ μοι δοκεῖ καὶ ζητῆσαι μυρίας εἰς βραδυτῆτα
προφάσεις· οὕτως αὐτῷ τό γε σὸν ἐν πόθῳ καὶ φίλτρῳ. καὶ
ζητῶν ἰδεῖν βούλοιτ’ ἂν ἔχειν, ἀλλ’ οὐκ ἀπελθεῖν.

πάντα
δὴ τἄλλα πιστεύων Ἐλπιδίῳ τῷ καλῷ φυλάττου μή σε παρα-
κρούσηται τοῖς καθ’ ἡμῶν ἐγκωμίοις. φήσει γὰρ εἶναί με

μέγαν, εἰμὶ δ’ ἐκεῖνος ὃν οἶσθα, μικρός, μικρὰ ἐπιστάμενος,
οὐδὲν ἑτέρου βελτίων.

Related Letters