Letter 310: I was pleased to learn that your administration continues to win praise.

LibaniusEcdicius, friend|c. 343 AD|Libanius
travel mobility

Ἀνατολίῳ. (357)

Ἐπειδὴ πλειόνων ἔδει γραμμάτων, ἥκει σοι πλείω· μι-
κρῶν δὲ εἰ δεήσειεν, ἀφίξεταί σοι μικρά. μέτρον γὰρ ποιοῦμαι
9 Vi γ΄, γ΄ Va δ΄, γ΄. Vo δ΄, 7΄. Α[ι΄] 16 VI γ΄, δ΄. Va
δ΄,δ΄, Vo δ΄, δ΄ S β΄, νζ΄ Vi ρκγ΄ R ι. Βenzel. ep. VIII

τὴν χρε΄αν, ἀλλ’ οὐ τὴν σὴν ἐπιθυμίαν. οὐ γὰρ δὴ καὶ τοῦθ’
ὑμῖν ἐξέσται τοῖς ὅτι πάνθ’ ὑμῖν ἔξεστιν ἡδέως ἀκούουσι.

σὺ μὲν οὖν ἠνύσθαι φης τὸ μῆκος τῆς ἐμῆς ἐπιστολῆς,
ἐμοὶ δὲ ἤνυσται τὸ μῆκος τῆς σῆς ἀπολογίας. καὶ γὰρ ἔτυχον
πρὸς τὸν θεῖον προειπὼν ὅτι σε ταχέως τοῦ κατηγορεῖν παύ-
σας ἐν ἀπολογίαις δείξω.

πάνυ οὖν ἥσθην ὁρῶν σε μαχό-
μενον ὑπέρ τε τῆς πράσεως καὶ τῆς τῶν ῥητόρων φυγῆς, οὐχ
ὅτι γενναίως, ἀλλ’ ὅτι πάνυ φαύλως ἐμάχου. φὴς γὰρ τῷ
μὲν οὐδὲν γενέσθαι βλάβος τὴν σὴν πρᾶσιν, τοὺς δ’ οὐκ ἐθέ-
λειν ἀπὸ τοῦ πονεῖν κερδαίνειν, οἱ κἂν εἰς πῦρ ἐμβαῖεν ἐπὶ
τῷ τι κερδᾶναι.

τοῦ παρόντος δέ μοι σχήματος καὶ τὸ σὸν
ἡγοῦμαι φαυλότερον. οὔκουν ἀνθελοίμην ἄν· τὸ μὲν γάρ ἐστιν
ἐν ταραχῇ ζῆν, τὸ δὲ ἐμὸν ἐν λόγοις. κἄν τι καλὸν ἐργάσῃ,
τῆς ἐμῆς δεῖται φωνῆς, εἰ μέλλει τις αὐτὸ καὶ τῶν ὕστερον
εἴσεσθαι.

τὰ δ’ ἐν Ἰλλυριοῖς αὐτὸς μὲν πεποιηκώς, αὐτὸς

δὲ ἐγκωμιάζων Ἀστυδάμας γέγονας. ἀλλ’, ὦ βέλτιστε Ἀχιλλεῦ,
τὸν Ἕκτορα ἀποκτείνας ἄφες Ὁμήρῳ περὶ τοῦ φόνου τι διελ-
θεῖν.

Related Letters