Letter 320: When I recommend someone, I do so carefully, because a recommendation is a form of promise -- it pledges my own...
Ἀλυπίῳ. (358)
Διὰ μὲν τὸ μέγεθος τῆς ἀρχῆς εὐδαιμονίζω σε, διὰ δὲ
τὴν ἀρετὴν μεθ’ ἧς ἄρχεις ἐπαινῶ. καί φημι μὲν τοῦτο κέρ-
σος εἶναι τῇ ἡμετέρᾳ, παρ’ ἧς ἔχεις τὸ ἐπίστασθαι ἄρχειν,
εἴπερ ἀπὸ μὲν τῶν λόγων ἐκεῖνο, παρὰ δὲ ταύτης οἱ λόγοι,
τῇ διδαξάσῃ δὲ κόσμος ὁ μαθών, πολὸ δ’ ἂν αὐτῇ καλλίω
τὰ τροφεῖα γενέσθαι, εἰ τὴν πρόνοιαν εἰς αὐτὴν καταθεῖο
λαχὼν ἄρχειν αὐτῆς.
ἀλλὰ τοῦτο μὲν ἀπαιτήσομεν τὴν
Τύχην, καὶ δώσει γε, ἂν τὰ δίκαια ποιῇ· τὸν δ’ Ἱεροκλέα σοι
τρέφομεν ἀμείνω μὲν ἥκιστα τοῦ πατρός, ἴσον δὲ ἴσως τῷ πα-
τρί. καίτοι σχίζεταί γε ἡ σπουδὴ τῷ νέῳ περί τε τὴν γλῶτταν
καὶ τὸ τῆς χειρὸς ἔργον, ἀλλ’ ὅμως ἐστὶν ὀξὺς ἀμφότερα, ὧν
τὸ μὲν ἄλλοις ἐγὼ λέγω, τὸ δὲ παρ’ ἄλλων ἀκούω.
Related Letters
First Letter to Monks.
What happened was just as you predicted in your letter.
To Μαξίμῳ. (357)
In other things I would yield to you, but in this contest I won long ago by doing what a friend should -- back when...
I was just praising your character -- we happened to be discussing the virtues of governors, and naturally you took...