Letter 321: To Κληματἰῳ. (358)
Κληματἰῳ. (358)
Κράτιστον μὲν ἀγαθῆς ἀπολαύειν γυναικός, οὐ χεῖρον
δὲ καὶ καλῆς, ἐπειδὴ καὶ rovro παρὰ τοῖς σοφωτέροις ἐν λό-
γῳ. τῆς δὲ σῆς τοὺς μὲν τρόπους παρὰ σοῦ μανθάνων ἔχαι-
ρον, τὴν δὲ ὥραν ἰδὼν τοῖς τε γονεῦσιν αὐτῆς καὶ σοὶ συνή-
σθην, τοῖς μέν, οἕαν ἔφυσαν, σοὶ δέ, οἴαν ἔχεις. Δήλῳ δή
ποτε τοῖον καὶἰκέληχρυσῇἈφροδίτῃκαὶοἷςἐκόσμησε
γυναῖκας Ὅμηρος πάντα ἂν δέξαιτο
ἀναμιμνησκόμενος
οὖν, ὅπως ἤλγεις προπέρυσι τῷ τῆς γυναικὸς ἀφεστάναι, ἐφ’
οἶς σε τότε οὐκ ἐπῄνουν, νῦν ἐπαινεῖν οὐκ ἔχω πρὸς ἀξίαν·
οὕτω μέγα ἐπόθεις.
σκόπει οὖν ὅπως ἔσῃ ταχέως πατήρ,
ἴν’, ἐπειδή με ἐτίμησας τῷ τὴν γυναῖκα δειΜ, ἔχοιμί σε
ἀμείψασθαι τοῖς περὶ τοὺς παῖδας πόνοις.
ἡ πενθερὰ δέ
σοι τίμιον ὥσπερ ἡ μήτηρ ἔστω. φρένες τε γὰρ ἀγαθαὶ καὶ
σὲ παῖδα μᾶλλον ἢ κηδεστὴν ἡγεῖται. καὶ χωρὶς τῶν ἄλλων
τῆς ὁδοῦ τὸ μῆκος ἣν ἔπεισιν ἄξιον αἰδεσθῆναι. καὶ τὸ μέ-
γιστον, ἄνδρα γὰρ αὐτῆς δεόμενον καὶ οἶκον ἀφεῖσα σοὶ τὴν
θυγατέρα ἄγουσα ἔρχεται τερπομένη τε οἷς ἐπαινῇ καὶ τὸ
τοιαῦτα ἀκούειν τοῦ πολλὰ κεκτῆσθαι πρότερον ποιουμένη.
Related Letters
The man who brings this letter is trustworthy and deserves your attention.
You will plead your case before the worthy Apellion regarding the wrongs you say you have suffered — the noble...
It seems you have done something to upset our friend Asclepius.
To the same person. (358)
From Letter 24