Letter 322: I write on behalf of a family that has fallen into legal difficulties through no real fault of their own.
To Aristaenetus. (357)
I am grateful to you for adding the news that you have recovered to the news that you were ill, and grateful to those who did not inform us when you were sick -- for without the resolution of the trouble, I would not have wished to know the difficulty itself.
I can neither disbelieve that this is the reason for your silence nor entirely believe it.
AI-assisted translation - This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.
Latin / Greek Original
Ἀρισταινέτῳ. (357)
Χάρις γε σοὶ προσθέντι τὸ ὅτι ὑγίανας τῷ ὅτι ἠρρώ-
στησας καὶ τοῖς γε μὴ προσαγγείλασιν ἡμῖν, ἡνίκα ἠσθένεις,
χάρις· ἄνευ γὰρ τῆς τοῦ κακοῦ λύσεως αὐτὸ τὸ δυσχερὲς οὐκ
ἂν ἐβουλόμην εἰδέναι.
ἔχω δὲ οὔτ' ἀπιστεῖν μὴ ταύτην εἶναι
τῇ σιγῇ πρόφασιν οὔτ’ αὖ πάνυ πιστεύειν. τὸ μὲν γὰρ ὁ λέγων
ποιεῖ· πῶς γὰρ ἔστιν ἀπιστεῖν Ἀρισταινέτῳ; πάλιν
δὲ πιστεύειν Ἀρισταινέτου κωλύει γράμματα Στρατηγίῳ μὲν
ἐλθόντα, δοθέντα δὲ ἡμῖν ὑπ’ ἐκείνου γελῶντος ἅμα οἷς δή
τι καὶ σκῶμμα παρέγραψας, ὡς ἄρα τρίτος ἐγὼ φθονοίην τῷ
πρώτῳ.
καί μοι δοκεῖτε σύ τε κἀκεῖνος, δι’ ὃν πρῶτος μὲν
οὐκ ἐγένου, μένεις δὲ ἐν δευτέροις, οὐ γάρ με ἔλαθες οὔπω
τῶν δευτέρων ἐκβάς, πλείω τοῦ δέοντος παίζειν. δῆλον γὰρ
ὡς ὅπερ ἐγὼ πρὸς ἐκεῖνον ἀπέρριψα, σοὶ τοῦτο ἐκεῖνος ἐμή-
νυσε.
πρότερον μὲν οὖν ἤκουόν σε μέλλειν ἐκεῖσε τρέχειν
καὶ πολὺ τοῦτο ἦν, ὡς μέλλεις, νῦν δ’ ἀκούω σοι τὸ μένειν
ἀρέσκειν.
ἐδόκεις οὖν μοι τότε μέν, εἰρήσεται γάρ, ἐκπε-
πλευκέναι σαυτοῦ, νῦν δὲ ἐπανήκειν εἰς σαυτόν. οὐ γὰρ ἐν
τοσαύταις ἀρχόντων νιφάσι σὲ μόνον ἰδιωτεύειν δεινόν, ἀλλ’
εἰ νῦν ἄρξεις, ἐν ᾧ τοσοῦτοι, τοῦτο οὐκ ἀνεκτόν.
ἐλθεῖν
μὲν οὖν σε παρὰ φίλον, εἰ καὶ μὴ μέτριον τοῦτο ἄλλῳ φίλῳ,
παρ’ ὃν οὐκ ἦλθες, ἔχει τι σχήματος, γενέσθαι δέ σε δῆλον
ἀρχῆς εἵνεκα Νικαίαν ἐκλιπόντα οὐκ ἴσον. ἰδού ποταμῶν
ἄνω. συμβουλεύω μὲν ἐγώ, σὺ δὲ ἃ πράττων ἀμείνων ἔση,
μανθάνεις.
Revision history
- 2026-03-20v2.1.0-import
Initial corpus import from AI-assisted translation from original text.
Fields: letter text, metadata, source links. Source: https://github.com/OpenGreekAndLatin/First1KGreek/blob/master/volume_xml/libanius_10.xml
Related Letters
We know how well you treated Alexander -- for the man who benefited did not hide it.
First Letter to Monks.
To the same person. (359/360)
Your letter arrived at exactly the right moment -- when I was beginning to wonder whether the world contained anyone...
To Μαξίμῳ. (357)