Letter 330: If I were writing to introduce Hieronymus to you before you had met him, I would be asking you to befriend the man.

LibaniusKlematios|c. 345 AD|Libanius
education booksfriendship

Κληματίῳ. (357/58)

Εἰ μέν, πρὶν μάθῃς Ἱερώνυμον, ἐπέστελλόν σοι περὶ
αὐτοῦ διδάσκων, ὅστις ἐστὶν Ἱερώνυμος, ἠξίουν ἄν σε τὸν
ἄνδρα φιλεῖν· νῦν δ’ ἐπειδὴ φθάσας αὐτὸν ἐποιήσω φίλον,
ὡς εἰκότως τοῦτο ἐποίησας εἰπεῖν ἔστι μοι.

πρῶτον μὲν

γάρ, ὃ παρὰ σοὶ μέγα, συμφοιτητὴς ἐμὸς Ἱερώνυμος φιλῶν
καὶ φιλούμενος ἐν τῇ κοινωνίᾳ τῶν λόγων. ἔπειθ’ οὕτως ἐστὶ
χρηστός, ὥστ’ ἔχων ἐγκαλεῖν, ὅτι δὴ παρέλιπον τοὺς ὅπερ
αὐτοῦ πρὸς σὲ λόγους, ἀφεὶς αἰτιᾶσθαι γράφειν ἠξίου.

λέ-
γοντος δέ μου μάταιον εἶναι τὴν ἐπιστολὴν, εἶναι γὰρ αὐτὸν
ὑπ’ ἄλλῳ κατὰ τὴν τομὴν τῆς ἀρχῆς, σέ τε ὠνόμαζεν ἄρ-
χοντα αὑτοῦ, κἂν εἰς πλείω τις διαπρίσῃ τὴν Παλαιστίνην,
καὶ τῶν πάνυ σε δοκούντων ἐπαινεῖν ἐπαινῶν ἐκράτει. καὶ
ἦν πιθανός· ἀπῆν γὰρ τὸ δοκεῖν κολακεύειν τῷ τὴν Ἔλουσαν
ἑτέρου γεγονέναι.

ταυτὶ μὲν οὖν δείκνυσιν ὡς οὐκ εἰς
φαῦλον τοὺς τρόπους ἐχρήσω σπουδῇ ῥήτορα δὲ ἀγαθὸν εἰ
θαυμάζειν ἄξιον, ῥήτορα γενναῖον τεθαύμακας δεινὸν μὲν
εἱπεῖν ὃ προσῆκον εἰπεῖν, δεινὸν δὲ διγάν ὃ σιγᾶν βέλτιον,
γλῶτταν δὲ οὐ χείρω τοῦ νοῦ κεκτημένον.

σύ τε οὖν ἀεὶ
μεμνήσῃ τῆς Ἱερωνύμου τέχνης οὗτός τε τῆς Κληματίου περὶ
τὴν ψῆφον ἀκριβείας, καὶ ζητήσει τὴν μὲν σὴν οὗτος δικαιο-
σύνην, τὴν τοῦδε δὲ σὺ ῥητορείαν.

Related Letters