Letter 335: Fine work you have done.
Ἀνατολίῳ. (357/58)
Καλά γέ σοι τὰ πεπραγμένα. γενέσθω δὴ ταυτὶ τὰ καλὰ
καὶ πλείω. πιστεύω δέ σε πείσειν ἀξιῶν ἀκολουθεῖν σε τῷ σαυ-
τοῦ νόμῳ.
ἐφ’ οἷς μὲν οὖν ἐπαινῇ, συχνά τε ἄλλα καὶ ὅτι
διατρίβων ἐν Παίοσιν οὐκ ἐπελάθου τῶν τῇδε, ἀλλ’ ὡς ἄν τις
συνών τε καὶ συζῶν, ὅπως τῶν σοι γνωρίμων ἐπί τι βέλτιον
ἕκαστος προβαίη σκοπεῖς καὶ πράττεις γε σκοπῶν.
ὡς δὲ
ἧκεν ἡμῖν τὸ ἔργον τῆς εἰς Σαβῖνον σπουδῆς, οὐδὲν ἦν ἕτε-
ρον ἀκούειν ᾀδόμενον ἢ ὅτι τῷδε παρὰ τοῦδε διὰ τὸν δεῖνα
τόδε ἥκει.
δεῖ δὴ καὶ Θεόδωρον τυχεῖν τε τῶν ἴσων καὶ
σοὶ τῶν ἴσων ἐπαίνων αἴτιον καταστῆναι καὶ συνησθῆναι
τούτῳ Σαβῖνοι, ὥσπερ οὗτος ἐκείνῳ.
τὸν δὲ Θεόδωρον
οὐκ ἀγνοεῖς, ἔφη τις. ὅμως δὲ φράσω σοι καὶ ἐγώ, σοὶ
μὲν γὰρ οὐδὲν βλάβος ἃ οἶσθα ἀκοῦσαι, ἐμοὶ δὲ ἡδονὴ τὸν
ἄνδρα ἐπαινεῖν.
οὗτος ἐξ ἀγαθῶν ἐν Ἀραβίᾳ γενόμενος
ἀμείνω τῶν ποτέρων αὑτὸν ἔδειξεν ὁρμήσας μὲν εἰς τὴν σὴν
πόλιν ἐπὶ κτήσει νόμων, τῷ ποιεῖν δὲ πλέον ἡσθεὶς ἢ ἕτεροι
τῷ ὀρχεῖσθαι.
πλήρης δὲ νόμων ἐκεῖθεν ἀπελθὼν καὶ τὸ
τῶν λόγων τῶν ἡμετέρων σθένος ὃ πρότερον εἶχεν οὐκ ἐκβα-
λῶν ὑπὸ τῶν νόμων δύο λιμέσι τοὺς εἰς αὑτὸν καταφεύγον-
τας ἐδέξατο, ἐδέξατο, νόμων τε ἀναγνώσει καὶ ῥητορικῆς ἰσχύι.
καὶ
μισθοῦ μὲν οὐκ ἠμέλησεν, οὐ μὴν ἓν τοῦτο εἶδεν, ὅπως
λήψεται μισθόν. ἀλλ’ οὕτω λαμπρῶς ἀγωνίζειαι καὶ πᾶσι,
οἷς ἔχει, ὥστε ὀλιγάκις μὲν ἥττηται. χάριτες δὲ αὐτῷ καὶ παρὰ
τῶν ἡττημένων.
τῆς δὲ σῆς ἀρχῆς ἐπαινουμένης πρῶτον
μὲν οὐκ ἀπιστεῖ, τοῦτο δέ ἐστι τὴν σὴν εἰδότος φύσιν, ἔπειτα
χαίρει καθάπερ ἡμεῖς, οἷς ἔνι μάλιστα χαίρειν ἐν τοῖς σοῖς
ἀγαθοῖς, καὶ τοὺς ὑπὸ σοὶ μακαρίζει καὶ βούλοιτ’ ἂν ὑπὸ σοὶ
γενέσθαι.
πρὸς δέ γε ἡμᾶς ὁ Θεόδωρος, ὁποῖον ἂν ἀξιώ-
σαις. οὗτος γάρ ἐστιν ὁ πρὸς ἡμᾶς τὸν υἱὸν μεταθεὶς καὶ
τοῖς ἄλλοις δείξας τὴν ὁδὸν κοὶ συμβουλεύσας ἔργῳ, ποῖ χρὴ
βαδίζειν. καὶ δὴ Λαὶ τῶν πραγμάτων ἡμῖν εἰς δικαστήριον
ἐλθόντων πολὺν μὲν ἱδρῶτα, πάσας δὲ φωνὰς ἀφῆκε. καί τι
καὶ τῶν αὑτοῦ χεῖρον ἔθετο θεραπεύων τοὐμόν.
τὸν οὖν
οὕτω μὲν θαυμαστόν, οὕτω δὲ σοὶ προσκείμενον, οὕτω δὲ
ἐμοὶ φίλον, ἐν πρώτοις δὲ τεταγμένον ὑπὸ τῆς τέχνης μὴ καὶ
διὰ τῶν ἄλλων ἐν πρώτοις εἶναι ποῦ καλόν; ἢ βούλει ζητεῖν
ἡμᾶς ἕτερον, ὅστις τοῦτο ποιήσει; ἀλλ’ οὐκ ἀμήχανον μέν,
οὐκ ἄξιον δὲ Θεοδώρου. τὸ γὰρ διὰ σοῦ μεῖζον ἄγει τοῦ
πράγματος καὶ τὸ μηδενὸς τυχεῖν τοῦ δι’ ἑτέρου τυχεῖν με-
τριώτερον αὑτῷ.
δὸς δὴ σαυτόν, καὶ ἔστω Θεόδωρος ἐν
τῷ καταλόγῳ τῶν ὑπὸ σοῦ κεκοσμημένων· πολὺ γὰρ ἄμεινον
τοῦτόν μοι προσδραμόντα φιλοῦντα ἅμα λέγειν, ἃ τετίμηται
ἢ σὲ ζητεῖν, ὅ τι ἀπολογήσῃ.
Related Letters
You cannot avoid helping the Galatians, whom you once governed, wherever they turn, and I am bound by many reasons...
The man who preserves Helladius's household by his tireless efforts is this Martyrius here.
This Hilarinos is a Greek from Euboea — not inexperienced in legal matters.
What am I to do? You say you want complaints, but everything you do deserves praise.
Since you say you take the greatest pleasure in being rebuked, and I have a passion for praising good men, I shall...