Letter 336: Noble products of your teaching!

LibaniusAresios|c. 346 AD|Libanius
education booksfriendship

Ἀρεσίῳ. (358)

Γενναῖά γέ σου τὰ θρέμματα, καὶ δῶρον ἡμῖν ἀπέσταλ-
κἀς οὐ κατὰ χρυσόν, ὃν φῄς μοι πολὺν ἐνηνοχέναι τὴν ἑορ-
τήν, καίτοι μικρὸς μὲν ἐκεῖνος, πολλοὶ δὲ οἱ πένητες· παρὰ
δὲ τῶν οὐ πλουτούντων λαμβάνειν ἴσον ἡγοῦμαι τῷ τεθνεῶτα
συλᾶν.

ἀλλ’ ἔστω πολὺς καὶ ὅσον ὁ ποταμὸς ἐδίδου τῷ
Λυδῶν βασιλεῖ, καί, εἰ βούλει γε, τοῦ Κολοφωνίου καλλίων,

ἀλλὰ τί τοσοῦτον, ὅσον οἱ παῖδες Ἱερίου, σοὶ δὲ ὁμιληταί; ὁ
μὲν γὰρ ἐφύτευσε δεινοὺς δέξασθαι λόγους, σὒ α δὲ τῶν
ἐνέθηκας.

ἥκει μέντοι μοι παρ’ ὑμῶν καὶ δεύτερόν δῶ-
ρον , οὐ νέος εὐφυής, ἀλλ’ ἀνὴρ ἀγαθός, σοῦ τε πολλάκις
μεμνημένος, καὶ μεμνημένος γε ἐπ’ ἀμείνοσι καὶ πλέον, εἴ σέ
τις ἐπαινοίη, χαίρων ἢ εἴ τις αὐτὸν ἐκεῖνον.

ἆρα εὑρίσκεις
τὸν ἄνδρα τοῖς εἰρημένοις ἢ προσθεῖναι δεῖ; λέγω δή τινα
χρηστόν, ἥδιστον συνεῖναι λέγειν ἐπιστάμενον, τῶν ἐπιστα-
μένων ἐρῶντα, πολλοὺς ὅτι τάχιστα κτώμενον φίλους.

ἐπὶ
τούτοις κἂν ὁ νωθρότατος βοήσαι· Λεόντιος. οὗ παρόντος
ἐγὼ πλέον τι τοῦ εἰωθότος φθέγγομαι ὑπὸ τῆς ἐκείνου πρὸς
τὴν ἀκοὴν ἐπιθυμίας ἀμείνων εἰπεῖν γιγνόμενος. ὁ δὲ φεύ-
γων τὸν ὄχλον καὶ ἀγορὰν καὶ πράγματα παρ’ ἐμὲ ἐφοίτα καὶ
παρεκάθητό μοι τοῖς μὲν ἐπαίνοις εὐφραίνων, εἰ δὲ οἶς ἤκουσε
τερπόμενος, αὐτὸς ἐρεῖ.

τοῦτον τὸν ἄνδρα κέκληκα δῶρον.
ὂν ηὐξάμην ἂν παρ’ ἡμῖν εἶναι μᾶλλον ἢ οὗπέρ ἐστιν, μὴ
τὴν ὑμετέραν ὅσαπερ τὴν ἐμαυτοῦ ταύτην ἐτίμων.

Related Letters