Letter 343: Dionysius comes to you with a letter of mine.

LibaniusEkdikios|c. 346 AD|Libanius
education booksfriendshipillness

Ἐκδικίῳ (358)

Ἥκει σοι μετ’ ἐμῶν γραμμάτων ὁ Διονύσιος. πρότερον
δὲ οὐκ ἐθάρρουν ἐπιστέλλειν κατελὼν τὸν Διονύσιον. καίτοι
τὸν χρόνον ἡ τῶν γραφέων ἐποίει σπάνις, ἀλλ’ ὅμως οὐκ εἶχον
μὴ οὐκ αἰσχύνεσθαι τῷ χρόνῳ.

νῦν οὖν ἐπειδή ποθ’ ὑπῆρ-
ξεν ἀποδοῦναι τὸν σοφιστήν, ἔδοξεν οὐχ Ἑλληνικὸν εἶναί
μοι διὰ σιγῆς ποιήσασθαι τὴν ἀπόδοσιν, ἀλλ’ ὥσπερ ἐκεῖνο
μετέχειν ἀναιδείας, οὕτω τοῦτο πόρρω Μουσῶν ἱστάναι.

σὺ
τοίνυν τὰ μὲν γράμματα ἀμείβου καὶ ταῦτα κάλλος γραμμά-
των κεκτημένος, διφθέραν δὲ ἡμῖν μηδεμίαν πέμπε. ἐρᾷς γὰρ
αὐτῶν, καὶ καλῶς ποιεῖς. βαρὺ δὲ ἐρῶντι κοινωνὸν λαμβά-
νειν τῶν παιδικῶν.

Related Letters