Letter 355: You took from us something very great and gave something in return — not small, I would not say that, but not equal...
Βάσσῳ. (358)
Τὰ μέγιστα ἡμᾶς ἀφελόμενος ἔδωκας, σμικρὰ μὲν οὐκ
ἂν φαίην, οὐ μὴν ἡλίκα γε ἀφείλου· τὸν γὰρ υίὸν μεταπεμ-
ψάμενος ἔπεμψας ἡμῖν ἐπιστολήν. ἦν δὲ ἐκεῖνος μέν μοι
παρὼν τοσοῦτον, ὅσον καὶ σὺ συνών, τὰ γράμματα δὲ ἡδὺ
μέν, δεύτερον δὲ ἐκείνου.
Καλλιόπιος μὲν οὖν ἀγαθῶν
τύχοι διδασκάλων καὶ διασώσαιτό γε τὴν ἐντεῦθεν κρηπῖδα·
νῦν δὲ σὲ χάριν αἰτοῦμαι, ἣν οὐκ ἄν ἠβουλόμην αἰτεῖν ἠναγκά-
σθαι.
Κυρίνῳ παῖς ἐοτιν Ὁνωράτος, ὁ δὲ Κυρῖνος ἀπὸ
μὲν τῶν ἀρχῶν, τρεῖς δὲ αὗται, πενέστερος ἀπῆλθε, ῥητορι-
κῆς δὲ πρὸς τοσοῦτον ἧκεν, ἐφ’ ὅσον ἄν, εἰ παρὰ τὸν Ἑρμῆν
ἐτύγχανε φοιτήσας.
οὗτος πολλῶν γεγονὼς πατὴρ νῦν ἑνός
ἐστιν Ὁνωράτου καὶ εἴη γε καλοῦ τε ὄντος καὶ ἀγαθοῦ καὶ
κοσμοῦντος οὕτω γενναῖον πατέρα.
τούτῳ δὴ τῷ βελτίστῳ
νέῳ νόσημα ἐμπεσὸν καὶ προβὰν εὶς μῆκος, μὴν γὰρ οὑτοσὶ
δέκατος, πολλὴν μὲν ἐν πολλῷ χρόνῳ σοφίαν ἰατρῶν ἐνίκησε,
καὶ ἦν ἡ πόλις ἐν ἀγρυπνίᾳ τε καὶ φόβῳ· κτῆμα γὰρ ἡμῖν
Ὁνωράτος κοινόν.
νῦν δὲ ἔκλινε Μάρκελλος ὁ χρηστὸς τὸ
κακόν, καὶ χρῆσθαι τοῖν ποδοῖν Ὁνωράτος ἄρχεται. τοῦτο δὲ
ἦν κρεῖττον ἐλπίδος.
τί δὴ ταῦτα διῆλθον; οὐκ ἀνιᾶν σε
βουλόμενος, ἀλλ’ ἐπεὶ τοὺς ὑπὸ σοὶ πάντας ἀκούομεν ἐκεῖσε
κεκλῆσθαι, ὧν εἰς οὗτος, διδάσκειν σε ἐθέλων ὡς οὔπω εὖ
πράττομεν.
καίτοι θῶμεν τὸν νέον ὑγιέστερον εἶναι Κρό-
τωνος· οὐκ ἂν ἦν μοι καὶ τότε λόγος πειρωμένῳ κατέχειν,
ὅτι, ἀνδρῶν ἄριδτε, Βάσσε, λόγων τὸν Ὁνωράτον ἐχό-
μενον καὶ μίαν ὄντα γονεῦσι παεαμυθίαν ἐν ἡλικίᾳ
δεομένῃ τῶν πατρὸς ὀφθαλμῶν ἡμῖν
νῦν μὴ κίνει, καί, ὅτε βέλτιον, ἥξει; ταῦτα οὐκ ἄν
ἐπένευες εἰπόντος;
ὃς οἶν τότε ἂν ἔδωκας τὴν χάριν, νῦν
οὐ λογιῇ τὴν ἀνάγκην; οἶμαί γε. κἀκεῖνο δὴ μαντεύομαι θαρ-
ρῶν, ὡς καὶ ἀπὼν τεύξομαι ὧν οἱ παρόντες ἀπολαύουσι Βάσ-
σου τοῦ θαυμαστοῦ μέγα ποιουμένου Κυρῖνον εὖ ποιεῖν καὶ
ἐμέ, παρ’ ὧν αὐτῷ δῶρον οὐ φαῦλον τῶν ἔργων ἔπαινοι.
Related Letters
While your son was here, I both loved him and helped him.
I am well aware of the efforts you have made on my behalf, and from me you receive a reward greater than any you...
From Letter 29
I will not hesitate to speak to you about justice -- for justice is your passion, and you would be annoyed not at...
You will plead your case before the worthy Apellion regarding the wrongs you say you have suffered — the noble...