Letter 357: I knew you would receive my letter gladly — you always welcomed my words in person.

LibaniusParnasios|c. 348 AD|Libanius
education booksfriendship

Παρνασίῳ. (358)

Ἤιδειν ὅτι μου δέξη τὴν ἐπιστολὴν ἡδέως, καὶ γὰρ παρ-
ὼν τοὺς λόγους. ταῦτα δὲ πείθων ἐμαυτόν, εἰ καὶ χάριν
εὐθὺς αἰτοίην, οὐκ ἐκφέρομαι τοῦ εἰκότος. ἢ γὰρ οὐ νομί-
ζοντα φιλεῖσθαι χρῆν ὀκνεῖν ἢ φιλεῖσθαι πεπιστευκότα δεῖ
θαρρεῖν. ἡ δὲ χάρις καὶ δοῦναι ῥᾴστη καὶ τῷ διδόντι καλή.

γνῶθι δέ · Κλεόβουλος ἐξ Αἰγύπτου παρ’ ἡμᾶς μετῴκησε,
ποιητής τε ἀγαθὸς καὶ διδάσκαλος οἷος οὐκ ἄλλος, δοὺς δὲ
αὑτὸν οὐ πολλοῖς, οὐ γὰρ ἔρρωτο τὸ σᾶμα, πρότερον ἐποιεῖτό
με τῶν ἄλλων. καὶ διὰ τοῦτο Κλεόβουλος ἐμοὶ τίμιον, κἂν
ἐπιτάττοντος ἀπειθήσω, παῖς ἠδίκηκε πατέρα.

καὶ τί δεῖ
με μηκύνειν περὶ αὐτοῦ παρόντος σοι τοῦ τὸν ἄνδρα εἰδότος
Ἀριστοφάνους. ὃν ἄνευ τῶν ἄλλων κοσμεῖ τὸ σοὶ συνεῖναι
ἐθέλειν;

τούτῳ τοίνυν τῷ Κλεοβούλῳ παῖς ἀδελφῆς ἐστι
παρ’ ὑμιν καὶ μέλλει γε τελέσειν εἰς τοὺς σοὺς ὑπηρέτας.
ἔγγραφε δὴ τὸν ἄνδρα μεθ’ ἡδονῆς καὶ τυγχανέτω χρηστοῦ
τινος διὰ τὸν θεῖον καὶ τῷ δοῦναι χάριν ἔλεγχε τὴν παροι-
μία ὡς ἄρα καὶ ἐν γῇ Χάριτες.

Related Letters